Ancient Greek · ~3 min
105 to 116
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 105-116
Not analysed yet
105 ἐπιρρηματικῶς. ἄθλιον γράφε ἅλιον ὄρνιν, ἀλκυόνα· ἢ ἀηδόνα. 106 οὔποτʼ εὐνάζειν: τὸν πόθον τῶν δακρύων κοιμίζειν ἀλλʼ ἡττᾶσθαι καὶ ἀεὶ δακρύειν. πολυδακρύτων. 107 ἀλλʼ εὔμναστον ἀνδρός: ἀλλὰ τὸ δεῖμα τὸ ὑπὲρ τοῦ ἀνδρὸς ἀεὶ μνημονεύουσαν ἐν ταῖς ἀνάνδροις κοίταις τρύχεσθαι κατὰ ψυχήν. 109 ἐνθυμίοις εὐναῖς: ταῖς μεριμνητικαῖς, ταῖς πολυφροντίστοις, ἀνανδρώτοισι δὲ ταῖς ἐρήμοις τοῦ ἀνδρός. 112 τὸ πολλὰ πρὸς τὸ κύματα. ὥστʼ ἀκάμαντος ἢ νότου: ὥσπερ γὰρ ἄν τις θεωροίη κυματουμένην τὴν θάλατταν ἢ νότου πνέοντος ἢ βορέου, τῶν δὲ κυμάτων τὰ μὲν ἐπιόντα τὰ δὲ ἀπερχόμενα οὕτως καὶ τὸν Ἡρακλέα καθάπερ τι πέλαγος κακῶν τὸ μὲν παρὸν λυπεῖ τὸ δʼ αὐξόμενον ἀπόκειται. 116 Καδμογενῆ: τὸν Θηβαγενῆ Ἡρακλέα· Ἡσίοδος ὄφῤ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη.