Ancient Greek · ~2 min
ΕΙΣ ΤΡΑΧΙΝΙΑΣ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 117
Not analysed yet
117 τρέφει, τὸ δʼ ἀντὶ τροφῆς καθημερινῆς καὶ αὐξήσεώς εἰσιν αὐτῷ οἱ πόνοι. τρέφει: ἀντὶ ἔχει, τὸ δὲ αὔξει ἀντὶ τοῦ αὔξεται· οὕτω φησί, τὸ μὲν τῶν κακῶν ἔχει αὐτὸν τὸ δὲ αὔξεται κατʼ αὐτοῦ. ἄλλως. τρέφει ἀντὶ τοῦ τρίβει κατὰ ἀντίφρασιν· ἔστι γὰρ οὕτω, τὸ μὲν αὐτὸν καταπονεῖ παρὸν τὸ δʼ αὔξει καὶ κορυφοῦται· ἢ ὅτι οἰκεῖον τοῦ ἥρωος τὸ τρέφει καὶ αὔξει ὥστε τρέφεσθαι αὐτοῦ τὴν ἀρετὴν διὰ τῶν πόνων ὡς Ἰσοκράτης ,,οἷς τοῦ βίου ἀρετὴ τηλικοῦτον εὐδοξίας χαρακτῆρα ἐχαρίζετο“· βίου δὲ πέλαγος τὸν χειμαζόμενον βίον.