Ancient Greek
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1059
Not analysed yet
1059 ἦ που τὸν ἐφέσπερον: τὸν Αἰγάλεων φησι· καὶ γὰρ τοῦτο ἐπʼ ἐσχάτων ἐστὶ τοῦ δήμου τούτου· καταλέγουσι δὲ χωρία παρʼ ἃ μάλιστα εἰκάζουσι τὴν συμβολὴν γενέσθαι τοῖς περὶ τὸν Κρέοντα καὶ Θησέα· πέτρας δὲ νιφάδος ἂν εἴη λέγων τὴν οὕτω λεγομένην λείαν πέτραν ἢ τὸν Αἰγάλεων λόφον ἃ δὴ περιχώριά φασιν εἶναι καθάπερ Ἴστρος ἐν τῇ πρώτῃ τῶν ἀτάκτων ἱστορεῖ οὕτως, ἀπὸ δὲ τῆς χαράδρας ἐπὶ μὲν λείαν πέτραν· καὶ μετʼ ὀλίγα, ἀπὸ τούτου δὲ ἕως Κολωνοῦ παρὰ τὸν χαλκοῦν ὀδὸν προσαγορευόμενον ὅθεν πρὸς τὸν Κηφισὸν ἕως τῆς μυστικῆς εἰσόδου εἰς Ἐλευσῖνα· ἀπὸ ταύτης δὲ βαδιζόντων εἰς Ἐλευσῖνα τὰ ἐπαριστερὰ μέχρι τοῦ λόφου τοῦ πρὸς ἀνατολὰς τοῦ Αἰγάλεω· ἤτοι οὖν τὴν καλουμένην λείαν πέτραν ἢ τὸν Αἰγάλεων· ὁ δὲ νοῦς, ἆρα ἐπὶ τὸν ἕσπερον χῶρον τῆς λείας πέτρας προσπελάζουσιν; τὸν ἐφʼ ἐπὶ τὸν ἕσπερον.