Ancient Greek · ~7 min
1060 to 1178
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1060-1178
Not analysed yet
1060 γράφε πελάζουσι. 1061 Οἰάτιδος ἐκ νομοῦ: Οἴα δῆμος τῆς Ἀττικῆς ὅθεν καὶ τὸ Οἴηθεν· ἐκ νομοῦ δὲ πάλιν χωρίου Ἀττικοῦ οὕτω καλουμένου ἐν νέμουσιν· ἐς νεμήσεως παρακειμένης. 1065 ὁ ὁ Κρέων. ἀντὶ τοῦ ἐπιχωρίων. 1066 τῶν Ἀθηναίων, ἁπλούστερον δὲ Θησειδᾶν φησι τῶν Ἀττικῶν τῶν ὑπὸ Θησέα τεταγ- μένων. 1068 τὸ ἑξῆς, πᾶσα δʼ ὁρμᾶται ἄμβασις. 1069 φάλαρα πώλων. 1076 τάχ᾿ ἐνδώσειν τὰν δεινά τάχα ἐνδώσει, φησίν, ὁ Κρέων τὴν πολλὰ δεινὰ τλᾶσαν τὰς παρθένους ἀπὸ τῆς ἑτέρας δηλῶν ὡς καὶ κατωτέρω τῷ ὁμοίῳ σχήματι χρῆται· δύναται δὲ καὶ ἑτέρα προσῳδία εἶναι τᾶν δεινὰ τλασᾶν, δεινὰ δʼ εὑρουσᾶν. 1077 τὰ σὰ δεινά. 1094 διπλᾶς τουτέστι τῇ διπλῇ ἀρωγῇ λέγει τῇ πόλει καὶ τοῖς πολίταις· νῦν δὲ διὰ τοῦ στέργω σημαίνει μὲν οἷον προσίεμαι τελευτᾷ δὲ εἰς ἴσον τῷ προσκαλοῦμαι. 1096 ἔτι χορός. 1113 ἀντὶ τοῦ ἐμφῦσαι. 1114 (τοῦ) τε. 1119 ἰδίως ἐσχημάτισε καὶ τὸν λόγον, μὴ προσθαύμαζέ μου τὸ λιπαρές, τὸ λίαν προσκεκαθικὸς τῆς ψυχῆς τοῖς τέκνοις, τὸ δὲ ἐχόμενον οὐ καταλλήλως εἶπεν· οὐ γάρ φησιν ἀέλπτως φανέντων ἐμοὶ τῶν τέκνων μηκύνω τὸν λόγον ἀλλὰ τὰ τέκνα φανέντα εἶτα μηκύνω τὸν λόγον. πρὸς τὸ πρὸς τὸ κελεύειν εἰ μακρηγορήσω. ἀρέσκον. 1138 ἀντὶ τοῦ ἐπιμελοῦ. 1140 θαυμάσας ἀντὶ τοῦ ἐθαύμασα Ἀττικῶς. 1148 οὗτος. 1153 ἄνθρωπον δέ, φησίν, ὄντα οὐ δεῖ πρᾶγμά τι κακίζειν . 1156 καθʼ ὑπόθεσιν ἱκετεύει ὁ Πολυνείκης πρὸς αὐτοὺς παραγενέσθαι τὸν Οἰδίπουν κατά τι λόγιον ἐμπεσὸν ὅτι πρὸς οὓς ἂν γένοιτο ὁ Οἰδίπους κρατήσουσι τῆς βασιλείας· τοῦτο οὖν ἀγγέλλει ὁ Θησεύς. ἐν τῇ αὐτῇ πόλει οἰκοῦντα. 1159 ἀντὶ τοῦ ἐκύρουν, ταὐτὸν τῷ ἐτύγχανον. 1164 τὸ ἑξῆς, φασὶν αὐτὸν μολόντʼ αἰτεῖν ἐς λόγους σοι ἐλθεῖν. 1171 ὁ ὁ ἱκέτης, ὁ προσεστηκὼς τῷ βωμῷ. 1173 πρὸς τὸν Θησέα φησίν. ὧδε παῖδα αὐτὸν κέκληκεν. 1178 παραγωγῶς ἀντὶ τοῦ εἴκειν.