Ancient Greek
1181 to 1219
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1181-1219
Not analysed yet
1181 οὐχ ὡς οὐκ ἂν πεισθησομένου τῷ Θησεῖ τοῦ Οἰδίπου οὕτως ἐδέησεν αὐτῷ καὶ τῆς ἐκ τῆς θυγατρὸς παρακλήσεως ἀλλʼ αὐξήσεως χάριν καὶ τοῦτο παρείληφεν τὸ πρόσωπον ὁ Σοφοκλῆς· ἀμέλει γοῦν πρὸς τὸν Θησέα ἀποκρίνεται ὡς ἐκείνῳ πεπεισμένος. 1185 τὸ ἑξῆς, οὐ γὰρ μή σοι συμφέροντα λέξεται πρὸς βίαν σε παρασπάσει γνώμης, θάρσει· τὸ δὲ λέξεται ἀντὶ τοῦ· λέξει, ὁ Πολυνείκης δῆλον ὅτι. 1194 καταπραῦνονται. 1195 τὰ περὶ τὴν πήρωσιν λέγοι ἄν· οὐ γὰρ τὰ ἐξ ἀρχῆς πραχθέντα ὀνειδίζει αὐτῷ ἀλλʼ ἀπὸ τῆς ἄγαν ὀργῆς ἀπέβη· τούτου γὰρ αὐτὸν ἀποτρέπειν βούλεται. 1203 ἀντὶ τοῦ ἀμείβεσθαι. 1209 σὺ σὲ δέ. 1210 ἀντὶ τοῦ σῷον. 1211 ὅστις τοῦ πλέονος μέρους. κατάδηλός ἐστιν ὁ χορὸς ἐν ταὐτῷ ἀναφωνῶν καὶ ἀλληγορῶν περὶ τῆς τῶν ἀνθρώπων ἀπληστίας καὶ ἔοικε τῷ παρʼ Ἡσιόδῳ νήπιοι οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντός· τείνει δὲ ταῦτα εἰς τὴν δυσποτμίαν Οἰδίπου. 1219 ὁπότʼ ἄν γράφε ὅπου ὅτʼ ἄν τις. ἐς πλέον πέσῃ: ἐς πλέον τοῦ προσήκοντος. ἀφανῆ τὰ τέρποντα γίνεται καὶ πᾶσιν ἄδηλα.