Ancient Greek · ~8 min
1084 to 1155
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1084-1155
Not analysed yet
1084 καὶ τοιοῦτος πεφυκὼς οὐκ ὀκνήσω τὸ γένος ἐξερευνῆσαι τὸ ἡμέτερον. 1086 ὑπονοοῦσιν οἱ κατὰ τὸν χορὸν χρηστότερόν τι περὶ τοῦ Οἰδίποδος ὅτι θειοτέρου γένους τυγχάνει ἀπό τινος τῶν ὀρείων νυμφῶν· ποιοῦνται δὲ τὸν λόγον πρὸς τὸν Κιθαιρῶνα καί φασιν, οὐκ ἔσῃ εἰς τὴν αὔριον ἀπείρατος τοῦ ἡμᾶς αὔξειν σε ὡς τροφὸν καὶ μητέρα τοῦ Οἰδίποδος. 1087 κατὰ γνώμην ἔμπειρος κατὰ τὴν γνώμην ὅ ἐστι συνετός. 1092 μεγαλύνειν, λέγειν. 1093 ἀντὶ ὑμνεῖσθαι. 1094 ὥσπερ τὰ θυμήρη παρέχοντα τοῖς ἐμοῖς βασιλεῦσιν· ἐνόμιζε γὰρ ὁ χορὸς τὸν ἀναγνωρισμὸν ὑπὲρ Οἰδίποδος γίνεσθαι. 1096 ἀναγκαίως `πρὸς τὸν Ἀπόλλωνα ἀποτείνει διὰ τὸ ἄρξαι τῶν χρησμῶν. 1098 ἆρά τις προσπελασθεῖσα τοῦ Πανὸς ἢ τοῦ Ἀπόλλωνος θυγάτηρ; καὶ γὰρ οὗτος νόμιος. 1103 αἱ ἐξοχαί, αἱ ἀνατάσεις τῶν ὀρῶν· ἀγρόνομοι δὲ ἔνθα τὰ ἄγρια νέμεται ὅ ἐστι τὰ μὴ ἥμερα θηρία. 1104 εἴτε ὁ Ἑρμῆς εἴτε ὁ Διόνυσος ἀπό τινος νύμφης γεννηθέντα σε ἀνεδέξατο. ὁ Κυλλάνας ὁ Ἑρμῆς· νόμιος γάρ. 1110 μὴ συναλλάξαντα: μὴ κοινωνήσαντα τουτέστι μὴ συντυχόντα, μὴ εἰς ἀμοιβὴν καὶ ὁμιλίαν ἐλθόντα· θεασάμενος δὲ ὁ Οἰδίπους τὸν πρεσβύτην ἐρχόμενον ὃν μετεπέμψατο στοχάζεται μὲν εἶναι αὐτὸν ἐκ τοῦ γήρως καὶ τῶν ἀγόντων οἰκετῶν τὴν δὲ ἐπιστήμην καὶ ἀκριβῆ γνῶσιν τῷ χορῷ ἀνατίθησιν. 1113 τῷδε τἀνδρὶ ξύμμετρος: τῷ Κορινθίῳ ὁμῆλιξ καὶ ἴσος ἐστὶ κατὰ τὴν ἡλικίαν. 1115 τῇ δʼ ἐπιστήμῃ: τῇ γνώσει ὑπερβάλλοις ὡς καὶ πρὶν αὐτὸν θεασάμενος. 1116 ἀντὶ τοῦ ἐγνωκώς. 1127 ἀντὶ τοῦ ἦσαν οἱ πλησιόχωροι. 1128 τῇδέ που ἀντὶ τοῦ ἐκεῖ μαθών. 1135 διπλοῖσι δύο ἀγέλαις. 1136 συνήμην, φησί, τούτῳ ἔαρ, θέρος, φθινόπωρον· καὶ οὗτοι ἂν εἶεν οἱ τρεῖς χρόνοι· ἐμμήνους δὲ τοὺς ἐν μησὶν ὁριζομένους, οὐκ ἐνιαυτοῖς. 1137 τὴν ἐῴαν ἐπιτολὴν ποιούμενον· ποιεῖ δὲ ταύτην ἡλίου ὄντος παρθένῳ. 1141 συγκατατίθεται ὁ γέρων· ἔδει γὰρ ταῦτα πρῶτον ὁμολογῆσαι εἶτα ἐπάγει τὰ συνεκτικώτατα ἵνα μὴ ᾖ ἔξαρνος. 1144 ἐρωτᾷς, ζητεῖς. 1146 αἰσθηθεὶς ὁ γέρων τοῦ παντὸς ἀρνήσασθαι βούλεται οὐχ ὡς εἰδὼς καὶ ἀποκρυπτόμενος. 1155 ἀντὶ ἀντὶ τίνος; τί προσχρῄζων λείπει ταῦτά με διατίθης.