Ancient Greek
977 to 1082
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 977-2-1082
Not analysed yet
977 ᾧ τὰ τῆς τύχης: ᾧ ἡ τύχη δεξιῶς ἔχει ἀντὶ τοῦ τῆς ἀγαθῆς τύχης ἐπικρατούσης. 978 πρόγνωσις. 979 καλὸν τὸ ζῆν ἀφελῶς. 986 φοβεῖσθαι. 987 ὄψις καὶ τεκμήριον τοῦ μὴ τὰ κατὰ τὴν μητέρα ἀποβήσεσθαι ἡ πατρὸς τελευτή. 1005 διὰ τοῦτο. 1006 πρὸς εἰς Κόρινθον. 1008 καλῶς: ἀντὶ περιφανῶς. 1014 ἆῤ οἶσθα ὅτι ἀδίκως εὐλαβῇ; 1015 τῶν γεγεννηκότων. 1016 ὅτι οὐδέν σοι διαφέρει κατὰ γένος ὁ Πόλυβος. (ὅ)τι. 1019 τῷ τῷ ἠλλοτριωμένῳ καὶ μὴ οἰκείῳ· ἔτι γὰρ Πολύβου νομίζει ἑαυτόν. 1020 ὥσπερ οὐ γέγονας ἐξ ἐμοῦ οὕτως οὐδὲ ἐκ Πολύβου. 1023 ἴδιον τῶν ἐν παραδόξοις ἀκούσμασι τὸ αὐτὸ πολλάκις ἐπερωτᾶν. εἶτα. 1025 ἀγοράσας· δηλοῖ δὲ ἡ λέξις καὶ εὑρών. 1029 κἀπὶ θητείᾳ μίσθιος καὶ ἐπὶ μισθῷ άνης· ἔστι δὲ ἀρσενικόν. 1031 εἰπόντος τοῦ γέροντος ὅτι σωτήρ σοι γέγονα τερ κοινὸν ἐπὶ πάντων ἐκτεθειμένων ἀναπυνθάνεται Οἰδίπους ὅτι ἐν ποίῳ ἄρα κακῷ ὄντα κατὰ τὴν θεσιν λαμβάνει ἵνα ἐκεῖνος εἴπῃ τὸ περὶ τῶν οδῶν ὅπερ ἐπιγινώσκει ἡ Ἰοκάστη. 1035 ἐκ σπαργάνων χαλεπὴν αἰσχύνην διὰ τὴν ον ἄρθρων βλάβην. 1037 ὑπὸ μητρὸς ὠνομάσθην ἢ ὑπὸ τοῦ πατρὸς ἰδίπους; ἢ πρὸς θεῶν τίνος εἰμὶ μητρὸς ἢ ποίου πατρός; 1046 εἰδεῖτʼ ἂν] ἀντὶ τοῦ εἰδείητε ἄν. 1050 εἴπατε. 1051 ἐστοχάζετο ὁ χορὸς ἐκεῖνον εἶναι τὸν τὴν θεσιν ποιησάμενον τοῦ παιδίου διὰ τὸ ἤδη εὐνοῖκὸν πρόσωπον αὐτοῦ παραστῆσαι τῷ οἴκῳ. 1053 οὐχ ἥκιστα: ἀντὶ τοῦ πάνυ· αἱ γὰρ δύο νήσεις μίαν συγκατάθεσιν ποιοῦσι· μάλιστ᾿ ἂν ταῦτα ποι ἡ Ἰοκάστη. 1056 τί δʼ ὅντινʼ εἶπε; :συνίησιν ἤδη τὸ πᾶν ἡ κάστη καὶ θέλει ἑαυτὴν διαχειρίσασθαι πρὶν πυστα γενέσθαι τὰ κακά, τοῦτο δὲ δηλοῖ διὰ τοῦ ἅλις νοσοῦσʼ ἐγώ. 1062 οἴεται τὴν Ἰοκάστην δυσγένειαν αὐτῷ συνειδυῖαν ἀποκρύπτειν καὶ κωλύειν τὴν ζήτησιν. ᾿κ τρίτον πεπραμένης καὶ αὐτὸς τρίπρατος. 1070 τρυφᾶν καὶ ἐναβρύνεσθαι. 1071 ἐννοουμένη τὰ τῆς ἀναιρέσεως αὐτὴ μὲν ἀπήλλακται ὁ δὲ Οἰδίπους περιλέλειπται· τὸ γὰρ αὐτοῦ πρόσωπόν ἐστι τὸ περιπαθὲς περὶ ὃ πᾶσα ἡ διάθεσις τοῦ δράματος. 1073 ἀντὶ τοῦ ὦ Οἰδίπου· ἔστι δὲ Ἀττικόν. 1075 ἐργάσηται. 1080 ἐμαυτὸν τῇ τύχῃ παραδοὺς ἀτιμίαν ἐκφεύξομαι. 1082 τῆς τύχης.