Ancient Greek · ~8 min
1106 to 1146
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1106-1146
Not analysed yet
1106 περιττεύει τὸ δυς. 1107 ἀντὶ τοῦ δρᾶσον. 1110 φανερὸν διὰ τὸ ὕψος, φησὶ δὲ τὸν τάφον. 1111 δοκήσει μετεστράφην. 1113 δέδοικα, φησί, μὴ οὐκ ἔστι καλὸν τὸ νομοθετεῖν καινὰ ἀλλʼ ἄριστόν ἐστι τὸ πείθεσθαι τοῖς ἀρχαίοις νόμοις. 1115 Διόνυσε· οἱ μὲν γὰρ Βάκχον οἱ δὲ Ἴακχον οἱ δὲ Λυαῖον οἱ δὲ Εὔιον οἱ δὲ Διθύραμβον αὐτὸν καλοῦσιν. 1119 διὰ τὸ πολυάμπελον τῆς χώρας. 1120 ἐν οἷς πάντες συνάγονται διὰ τὰς πανηγύρεις· ἢ διὰ τὸν τὴν θεὸν πάντας τρέφειν ἢ ὅτι κοινὰ τὰ μυστήρια Δήμητρος καὶ Διονύσου. 1121 κόλποις: ἀντὶ τοῦ πεδίοις. Βακχεῦ τῶν Βακχῶν Βακχευτά. 1122 τὴν πόλιν τῆς μητρός σου. 1124 παρὰ τὸν τόπον ἐν ἐσπάρησαν οἱ ὀδόντες τοῦ δράκοντοςʼ. 1126 σὲ ὁρᾷ ὁ λαμπρὸς καπνὸς ἀντὶ τοῦ σοὶ θυσίαι κατὰ Παρνασσὸν γίνονται· ἢ παῤ ὅσον αὐτόματον πῦρ ἐκεῖσε ἀναδίδοται. διλόφου τοῦ Παρνασσοῦ· τοιοῦτο γάρ ἐστι τὸ ὄρος. 1127 στέροψ. ἡ λαμπρά. 1128 αἰ Παρνασσίδες· Κωρύκιον γὰρ ἄντρον ἐν Παρνασσῷ. 1130 πηγὴ ἐν Παρνασσῷ. 1131 Νύσσα Φωκίδος ὄρος· εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ Νύσσαι. 1132 κισσοφόροι. 1133 χλωρά τʼ ἢ τὸ ἐν Εὐβοίᾳ φησὶν ἄλσος ἢ τὸ ἐν Παρνασσῷ· ἐν ἀμφοτέροις γὰρ τοῖς τόποις ἡ ἄμπελος ἣ καθ᾿ ἑκάστην ἡμέραν περὶ μὲν τὴν ἕω βότρυας φέρει περὶ δὲ τὴν μεσημβρίαν ὄμφακας, ἐτρυγᾶτο δὲ πεπανθεῖσα περὶ τὴν ἑσπέραν. 1135 εὐαζόντων: ὑμνούντων, μετὰ εὐφημίας εὐοῖ λεγόντων ὅς ἐστιν ὕμνος Διονύσου. 1136 ἐπισκοποῦντʼ γράφε ἐπισκοποῦντα γυίας. 1137 ἥν. 1139 κεραυνοβλήτῳ. 1142 λείπει θέλησον· ἢ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. 1143 Παρνησίαν ὑπὲρ ἀντὶ Παρνησίας ἀπὸ κλιτύος. 1145 ἢ στονόεντα πορθμόν: ἢ στονόεντος διὰ πορθμοῦ· καὶ ὁ ποιητὴς ὁ δʼ ἔστενεν οἴδματι θύων· στονόεντα δὲ τὸν ἠχώδη διὰ τὰ κύματα· πορθμὸν δὲ ἔνιοι τὸν ἀπʼ Εὐβοίας εἰς Βοιωτίαν, οἱ δὲ τὴν Σικελικὴν θάλασσαν. οἷον διὰ γῆς ἢ διʼ ὑγρᾶς. 1146 ἰὼ πῦρ πνεόντων χοραγέ: τῶν πυρπνόων ἄστρων χορηγέ· καὶ γὰρ αἰθέριος τιμᾶται ὡς καὶ Εὐριπίδης ἐν Βάκχαις φησὶν αὐτὸν ἐν αἰθέρι κατοικεῖν. ἄλλως. χοραγὲ τὸν χορὸν ἄγων· ἢ τῶν ἄστρων χορηγέ· κατὰ γάρ τινα μυστικὸν λόγον τῶν ἀστέρων ἐστὶ χορηγός.