Ancient Greek · ~8 min
1036 to 1105
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1036-1105
Not analysed yet
1036 ἐξημπόλημαι: πεπραγμάτευμαι, ἀνεμπόλητος μὴ πεπραγματευμένος· καὶ Ὅμηρος οἵ τε πρηκτῆρες ἔασιν· ἢ πέπραμαι. κἀμπεφόρτισμαι: προδέδομαι, φόρτος γεγένημαι· ἐποιήσαντό με φόρτον Καλλίμαχος. 1037 τὸν πρὸς Σάρδεων ἤλεκτρον: Σάρδεις πόλις Λυδίας παρακειμένη τῷ χρυσοφόρῳ Πακτωλῷ· ἀντὶ τοῦ εἴ τι βούλεσθε εἰς χρήματα νεῦον δέχεσθε· τὸν γὰρ Πολυνείκη οὐ θάψετε. 1044 ἀμίαντον γὰρ τὸ θεῖον. 1049 ποῖον τοῦτο πάγκοινον: τῷ βίῳ κοινόν, ἐπεὶ εἶπεν ἆῤ οἶδεν ἀνθρώπων τις καὶ καθόλου ἔλαβεν. πᾶσι κοινὸν καὶ φανερόν. 1052 τῆς τῆς ἀβουλίας. 1057 οἶδας, φησί, βασιλέας ὑβρίζων; 1060 τὰ ἄρρητά με δημοσιεύειν ἀνακινεῖς. 1062 οὕτω νομίζεις, ὅτι ἐπὶ κέρδεσι λέγω; 1063 ἐξαπατήσων. 1064 μὴ πολλοὺς ἡλίου δρόμους τελέσων ὅ ἐστιν ἡμέρας· ἁμιλλητῆρας δὲ τοὺς ἀλλήλους διαδεχομένους, τροχοὺς δὲ ἀντὶ τοῦ κύκλους, δρόμους, τελῶν δὲ ἀντὶ τοῦ τελέσων· ἴσθι, φησίν, οὐ πολλοὺς δρόμους ἡλίου τελέσων. 1068 ἔχεις —βαλών: ἀντὶ τοῦ ἔβαλες. 1069 τὴν τῆς Ἀντιγόνης. 1071 μὴ τυχόντα τῶν ὁσίων νῦν. 1072 ὧν οὔτε σοὶ μέτεστιν κ. ἐξουσία δέδοται, λέγει δὲ τῶν νεκρῶν· ἐκ σοῦ δὲ βιάζονται καὶ οἱ ἄνω θεοὶ ἔχειν αὐτὸν ἄταφον. 1074 αἱ ὕστερον μέλλουσαι βλάψαι· καὶ τὸ λοχῶσι γὰρ τὴν οὐ παραχρῆμα ἀλλὰ τὴν ἐς ὕστερον ἀψοφητὶ τιμωρίαν δηλοῖ· τὸ ἀρσενικὸν δὲ ἀντὶ τοῦ θηλυκοῦ ἔταξεν ὡς καὶ τὸ σωτῆρι τύχῃ. 1077 ἀργύρῳ πεισθείς. 1078 δείξει. χρόνου τριβή: ἀντὶ τοῦ ἀναβολή. 1079 ἀνδρῶν λείπει ὁ καί, καὶ γυναικῶν. 1080 ἢ Θηβαίοις ἐχθραὶ ἢ τοῖς θεοῖς· αἱ πόλεις δέ, φησίν, ὧν ἄρχεις ἐπαναστήσονταί σοι. 1081 μετὰ ἄγους ἐκόμισαν. 1083 ἑστιοῦχον ἐς τὴν ἔχουσαν ἑστίαν καὶ βωμούς. ἀντὶ τοῦ ἐπὶ τὴν ἑστίαν τῆς πόλεως. 1084 τοιαῦτα κατὰ τῆς καρδίας σου τοξεύματα ἀφῆκα μετὰ θυμοῦ· ἢ τῷ θυμῷ τῆς καρδίας σου· λείπει δὲ ἡ κατά. 1086 θάλπος. τὴν δριμύτητα, τὸν ἐμπρησμόν, τὸν ἰόν· θάλπος γὰρ τὸ καῦμα, ἐκ μεταφορᾶς δὲ τῶν ἑρπετῶν· ἐκεῖνα γὰρ θερμαινόμενα τὸν ἰὸν ἀφίησι διὸ καὶ ἐν θέρει μᾶλλον ἰσχύουσιν. 1092 ἀντὶ τοῦ ἀπὸ νεότητος ἄχρι γήρως. 1094 φθέγξασθαι. 1096 τὸ μὲν ὑποχωρεῖν δεινὸν τὸ δὲ ἀντιστάντα βλαβῆναι 1103 συντόμως κατακόπτουσι καὶ βλάπτουσι. 1105 μόγις μεθίσταμαι τῆς προτέρας γνώμης.