Ancient Greek · ~2 min
1111 to 1113
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1111-1113
Not analysed yet
1111 ἀλλά μοι ἄσκοπα. ἀπροσδόκητα, δόλια, ἃ οὐκ ἔστι προσκέψασθαι· γράφεται δὲ καὶ ἄψοφα ἀπὸ τοῦ μὴ ψοφεῖν ἀντὶ λαθραῖα· ἀπὸ μεταφορᾶς τῶν κολυμβώντων· κρυπτὰ δὲ ἔπη φησὶ τὰ τοῦ Ὀδυσσέως. εἰς τὸ αὐτό: ἀλλά μοι τὰ ἀφανῆ καὶ κρυπτὰ ἔπη δολίας φρενὸς ὑπέδυ με· τὸ δὲ ἑξῆς, ἀλλά μοι ὑπέδυ ἄσκοπα κρυπτά τε ἔπη δολερᾶς φρενός. 1113 ἰδοίμαν δέ νιν. ἐς κατευχόμενος, γένοιτο δέ μοι τὸν παραίτιον τούτων ἴσον χρόνον δυστυχῆσαι τῆς ἐμῆς λαχόντα ἀνίας· δεῖ δὲ καὶ κατὰ τὸ πληθυντικὸν ἀκούεσθαι ἐμὰς λαχόντʼ ἀνίας ἀλλὰ τῆς ποιητικωτέρας ἡ τοιαύτη φράσις.