Ancient Greek
EΙΣ ΦΙΛΟΚΤΗΤΗΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1116
Not analysed yet
1116 πότμος σε δαιμόνων: λείπει ἡ ἐξ, ἐκ θεῶν γὰρ τύχη τις τοῦτό σοι κεκλήρωκεν καὶ οὐχ ὑπʼ ἐμοῦ δεδόλωσαι· κατὰ κοινοῦ τὸ ἔσχεν, τὸ δὲ ἑξῆς, πότμος σε δαιμόνων τάδʼ ἔσχεν οὐδέ σε δόλος ἔσχεν ὑπὸ χειρὸς ἐμᾶς· ὁ δὲ νοῦς, παῦσαι τῶν καταρῶν τούτων, ὦ φίλε, μὴ διὰ τούτων κτήσῃ ἡμᾶς ἐχθρούς· θεὸς γὰρ τῆς δυστυχίας ταύτης παραίτιος, οὐχ ἡμεῖς γεγόναμεν οὔτε δόλῳ ὑπεισελθόντες οὔτε ἄλλῳ τινὶ πράγματι.