Ancient Greek
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1146
Not analysed yet
1146 οὐ γὰρ ἦς, φησί, τῆς μητρός ποτε ἢ καὶ ἐμοῦ μᾶλλον ἴνα ἐπὶ τοῦ ἦσθα διαστείλωμεν, οὐκ ἦσθα τῆς μητρὸς ἀλλὰ μᾶλλον καὶ ἐμοῦ, οἷον ἐγώ σοι μᾶλλον ἥμην μήτηρ ἥπερ ἡ Κλυταιμήστρα, τὸ δὲ φίλος ἀντὶ ὦ φίλος. ἄλλως. οὐκ ἦς τῆς μητρὸς φίλος μᾶλλον ἢ καὶ ἐμοῦ ἀντὶ οὐ τῇ μητρὶ προσέκεισο μᾶλλον· ἄμεινον δὲ τὸ ἕτερον διὰ τὴν ἡλικίαν τοῦ Ὀρέστου ἐφʼ ᾗ τὸ φίλον εἶναι αὐτὸν καὶ διακρίνειν τινὰ τότε οὐκ ἐνεχώρει· μικρὸς γὰρ ἦν.