Ancient Greek
1171 to 1247
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1171-1247
Not analysed yet
1171 πιθανῶς πρόσκειται τὸ ὄνομα τῆς Ἠλέκτρας ἵνα μάθῃ Ὀρέστης· οὐ γὰρ μόνη ἦν αὐτῷ ἀδελφή· τοῖς δὲ κοινοῖς βοηθήμασι χρῆται ὁ χορὸς ἐν τῇ παρηγορίᾳ. 1174 ἀναγκαῖον ἐμφανισθῆναι τὸν Ὀρέκτην· δι–Fol. 29 b ἐφθάρη γὰρ τὸ συνεκτικὸν τῆς ὑποθέσεως σιωπῶντος αὐτοῦ. 1178 τοῦτο δύναται μὲν καὶ ἡ λέκτρα λέγειν εὐπρεπέστερον δὲ τῷ χορῷ παράκειται ἵνα μὴ περὶ τοῦ ἑαυτῆς εἴδους εἴπῃ τι· θαυμαστῶς δὲ τὴν μὲν Κλυταιμήστραν ἀπὸ τοῦ λαμπροῦ σχήματος ὁ ἄγγελος ἐγνώρισεν οὗτος δὲ οὐ γινώσκει τὴν Ἠλέκτραν διὰ τὸ κεκακῶσθαι τὸ σῶμα. 1180 ἆρα οὐ περὶ ἐμοῦ τάδε; 1184 δή. καθορῶν. 1185 οὐδέν. 1186 ἐν ἐν τίνι ἢ διὰ τί; ποίῳ λόγῳ εἰρημένῳ τοῦτον συνῆψας τὸν λόγον; 1193 εἰς τοῦτο 1194 οὐκ ἴσα πράσσει τῷ τῆς μητρὸς ὀνόματι. 1211 πρὸς ἡ πρὸς ἀντὶ τῆς μετά. 1214 οὕτως ἄτιμός εἰμι τοῦ ὥστε μηδὲ ὀνομάζειν αὐτόν; 1215 οὐχὶ ἀλλʼ ἐμόν. οὐ σοὶ προσῆκον. 1217 κατεσκευασμένον· ἀσκήματα γὰρ τὰ καταδκευάδματα. 1223 τὸν δακτύλιον. 1225 ὦ λείπει φίλτατον. 1233 γοναὶ ἀντὶ ἑνικοῦ, γονὴ σώματος ἐμοὶ φιλτάτου, τοῦ Ἀγαμέμνονος. 1235 εἴδεθ᾿ οὓς ἀντὶ ἐμέ 1236 ἀντὶ σίγα ἕως ἂν κατὰ νοῦν ἀποβῇ τὸ πᾶν. παράκειται ἑκάστῳ τὸ οἰκεῖον· ἡ μὲν γὰρ γυνή τε οὖσα καὶ παρὰ προσδοκίαν εὐτυχοῦσα θρασυτέρα ἐστὶν ὁ δὲ ἀσφαλὴς διὰ τὸ νῦν πρῶτον ἐπιχειρεῖν τοιούτῳ κινδύνῳ. 1239 ἀλλʼ οὐ τὰν Ἄρτεμιν: ἡ ἀπότασις πρὸς Κλυταιμήστραν· ὅρα δὲ εἰ οἰκεῖα ταῦτα τῇ Ἠλέκτρᾳ παρόντος Ὀρέστου ὁπότε καὶ μόνη οὖσα τοσοῦτον ἐθρασύνετο. 1243 ὅρα γε μὲν δή: ἐπὶ τὴν Κλυταιμήστραν τείνων φησὶν ὅτι τὸν Ἀγαμέμνονα ἀνεῖλεν. 1245 ὀτοτοῖ: ἐπείπερ ὑπέμνησεν αὐτὴν τῆς τοῦ πατρὸς ἀναιρέσεως διὰ τῶν προειρημένων δύο στίχων φησὶν ὅτι ἐνέβαλές μοι κακὸν ἀνέφελον, καλυφθῆναι μὴ δυνάμενον, ἀσκίαστον ὡς εἰ ἔφη διάδηλον κακόν. 1246 ὑπὸ μηδεμιᾶς νεφέλης κρυβῆναι δυνάμενον. 1247 οὔ ποτε οὐ καταλυόμενον, ὁ δὲ νοῦς λήθης τυχεῖν μὴ δυνάμενον.