Ancient Greek · ~8 min
1168 to 1214
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1168-1214
Not analysed yet
1168 καὶ πολυγλώσσου δρυός: ἤτοι πολλὰ μαντευομένης καὶ διὰ τοῦτο πολλὰ φθεγγομένης ἢ τῆς διαφόροις διαλέκτοις χρησμῳδούσης πρὸς τὴν ἑκάστου τῶν μαντευομένων γλῶσσαν. 1169 χρόνῳ τῷ ζῶντι: τῷ ὑφεστῶτι· ὁ γὰρ παρελθὼν οἱονεὶ διέφθαρται, ὁ δὲ μέλλων πάλιν ἄδηλος. 1174 ταῦτʼ οὖν ἐπειδὴ λαμπρά: φανερά, σαφῆ, πρόδηλα· ἐπεὶ οὖν, φησίν, ὁ χρησμὸς ἀπέβη δεῖ σε γενέσθαι σύμμαχον ἐμοί. 1176 καὶ μὴ ᾿πιμεῖναι: καὶ μὴ ἀπειθήσας μοι παροξύνῃς εἰς λοιδορίας κατὰ σοῦ. ἀπειθοῦντά μοι. 1177 ἀλλʼ αὐτὸν εἰκάθοντα: ἀπὸ κοινοῦ τὸ δεῖ, δεῖ δέ σε εἴκοντα τῇ ἐμῇ προστάξει πράττειν ὅ βούλομαι· τὸ γὰρ τοῖς γονεῦσι πείθεσθαι νόμος ἐστὶ κάλλιστος καὶ εὐκλεὴς παρὰ πᾶσιν. 1179 ταρβῶ μὲν εἰς λόγου: εὐλαβοῦμαι μὲν εἰς τοιαύτην ὁμιλίαν ἐλθὼν μὴ οὐχ αἱρετά μοι προτείνῃς πράξω δὲ ὅμως κἂν δεινὰ ᾖ. εἰς λόγου περιφραστικῶς εἰς λόγους. 1182 ζητεῖς, ἐπάγεις μοι ἀκριβῆ πίστιν. 1183 ἀπιστήσῃς γράφε προστήσῃς ἐμοί, ἐναντιωθήσῃ· ἀπὸ μεταφορᾶς τῶν ἐν τῇ βρώσει ψωμῶν προσισταμένων. 1186 ἢ μὴν τί ἐπὶ τὸ τί δρᾶσαι; 1188 ὅρκιον. 1189 εἰ δʼ ἐκτὸς εἰ παραβαίης τοὺς ὅρκους. 1190 οὐ χρεία βλαβῆναί με· ποιήσω γὰρ ἃ προστάξεις μοι· ἢ ποιήσω δὲ εἰ βούλει σύ. 1191 ὕψιστον πάγον: ὑψηλὸν ὅρος ἐν Εὐβοίᾳ ἡ Oἴτη· πᾶν δὲ ὅρος ὅρος τοῦ Διὸς ὀνομάζεται ἐπεί φησιν ὑψίστῳ ὄντι τῷ θεῷ ἐν ὕψει τὰς θυσίας ποιεῖσθαι. 1193 ἐξαρέντα σε: ταῖς σαυτοῦ χερσὶ μεθʼ ὧν θέλεις φίλων· οὐ γὰρ μόνος ἐδύνατο φέρειν αὐτόν. 1197 ἄγριον ἄκαρπον ἀγριέλαιον. 1201 εἰ δὲ μὴ ταῦτα ποιήσεις διατελέσω ταῖς κατάραις καὶ καθ᾿ Ἄιδου βαρῶν σε. 1202 ἐπάρατος, τιμωρὸς δαίμων. 1203 οἷά μ᾿ οἷα θέλεις ἐργάσασθαι κατʼ ἐμοῦ πατροφόντην γενέσθαι παρακελευόμενος. 1204 ὁποῖα δραστέʼ τοιαῦτά σοι παρακελεύομαι οἷα δρᾶσαι ὀφείλεις· εὐεργετήσεις με γάρ. πατρὸς ξένος ἀλλʼ οὐκ ἐμὸς ὢν υἱός. 1206 ἀναγκάζεις. 1207 ἀλάστορα, μιαιφόνον, αὐτόχειρια. 1211 ἀλλʼ εἰ παραιτῇ τὸ ἀνελεῖν με τὰ ἄλλα ποίησον τουτέστι τὴν ὕλην συνάγαγε. 1213 ὄντως οὖν πληρώσεις τὴν πυρὰν τῆς ὕλης; 1214 πάντα, φησί, ποιήσω πλὴν τοῦ σώματος ἅψασθαι.