Ancient Greek
ΕΙΣ ΤΡΑΧΙΝΙΑΣ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1167
Not analysed yet
1167 Σελλῶν εἰσελθών: ἀκούσας ἔγραψα· ἔθος γὰρ τοὺς χρησμὸν δεχομένους παραχρῆμα γράφειν ἵνα μὴ ἐπιλάθωνται· ἔνιοι δὲ χωρὶς τοῦ σ γράφουσιν Ελλοὺς ἀποδεχόμενοι καὶ Ἐλλοπίαν τὴν Δωδώνην νομίζουσιν εἶναι· τὴν γὰρ χώραν οὕτως Ἡσίοδος ὀνομάζει ἐν Ἠοίαις λέγων οὕτως ἔστί τις Ἐλλοπίη πολυλήιος ἡδʼ εὐλείμων ἀφνειὴ μήλοισι καὶ εἰλιπόδεσσι βόεσσιν· ἔν δʼ ἄνδρες ναίουσι πολύρρηνες, πολυβοῦται, πολλοί, ἀπειρέσιοι, φῦλα θνητῶν ἀνθρώπων· ἔνθα δὲ Δωδώνη τις ἐπʼ ἐσχατιῇ πεπόλισται, τὴν δὲ Ζεὺς ἐφίλησε καὶ ὃν χρηστήριον εἶναι τίμιον ἀνθρώποις· ναῖον δʼ ἐν πυθμένι φηγοῦ ἔνθεν ἐπιχθόνιοι μαντήια πάντα φέρονται ὅς δὴ κεῖθι μολὼν θεὸν ἄμβροτον ἐξερεείνῃ δῶρα φέρων τʼ ἔλθῃσιν σύν οἰωνοῖς ἀγαθοῖσιν· ἐντεῦθεν δὲ λέγουσιν εἶναι Ἐλλοπιεῖς καὶ τοὺς ἐν Εὐβοίᾳ οἰκήσαντας.