Ancient Greek
118 to 140
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 118-2-140
Not analysed yet
118 πέλαγος |ὡς πάνυ χειμαζομένης τῆς περὶ Κρήτην θαλάσσης. 119 ἀλλά τις θεῶν: θάρρει, φησίν, ὦ Δηιάνειρα· θεῶν γάρ τις αὐτὸν ἀναμάρτητον καὶ δίκαιον ὄντα κωλύει ἀπὸ τοῦ Ἅιδου· ἢ ἀναμπλάκητον ἐπιτυχῆ παρὰ τὸ μὴ ἀναπλακεῖν οἷον κωλύει αὐτὸν μὴ ἐπιτυχεῖν τοῦ Ἅιδου. 120 ἄπταιστον. 122 ὧν ἐπιμεμφομένας περὶ ὧν μεμφομένης ὅτι προσηκόντως ὀδύρῃ· θεοὶ γὰρ αὐτὸν σῴζουσιν. ἁδεῖα μὲν ἀντία δʼ οἴσω: οἷς περὶ τοῦ Ἡρακλέους φρονεῖς ἐρῶ· τὸ δὲ ἑξῆς ἐπάγει ὥστε μὴ χρῆναι αὐτὴν ἀποβάλλειν τὴν ἀγαθὴν ἐλπίδα περὶ αὐτοῦ· ἡδεῖα ὅτι φησὶν αὐτὸν ζῆν, ἀντία δὲ ὅτι τὸ ἐναντίον νομίζει Δηιάνειρα ὡς ἀποθανόντος αὐτοῦ. ἀντίον σοί. ἀντὶ λέξω. 124 οὐκ ἀποτρύειν: οὐκ ἀπογνῶναι, οὐκ ἀποκάμνειν, οὐκ ἀποβάλλειν, οὐκ ἀποδοκιμάζειν. 126 ἀνάλγητα γὰρ οὐδʼ |ὁ πάντα κραίνων: οὐδὲ γὰρ ἄλυπα τοῖς ἀνθρώποις ὁ Ζεὺς τὰ πράγματα πεποίηκε· δοιοὶ γάρ τε πίθοι· οἷον συμμιγνύουσιν οἱ θεοὶ τὰ πράγματα τοῖς ἀνθρώποις πήματι καὶ χαρᾷ καὶ στρέφουσιν ὀξέως τὰ πράγματα ὥσπερ τὰς τῆς ἄρκτου στροφάς. 129 ἀλλ᾿ ἐπὶ πήματι καὶ χαρᾷ. ἐπὶ χαρᾷ δὲ καὶ πήματι πᾶσι κυκλοῦσιν οἱ θεοί· πήμᾳ δὲ ἀντὶ πήματι κατὰ ἀποκοπήν. ποτὲ μὲν ἐπὶ πήματι ποτὲ δὲ ἐπὶ χαρᾷ. 130 πᾶσι κυκλοῦσιν: ἀντὶ κυκλοῦνται τὰ τῶν ἀνθρώπων πράγματα· ἢ τὸ κυκλοῦσιν ἐπὶ τῶν θεῶν. οἷον ἄρκτου στροφάδες: τὰς ἄρκτους παρέλαβεν ἐπεὶ διαφανεῖς τέ εἰσιν καὶ ἡσυχαιτέραν ποιοῦνται τὴν κίνησιν· καθόλου γὰρ ὀξύτερον τὰ νότια κινοῦνται διὰ τὸ μείζονα κύκλον ὁδεύειν· Ἄρατος αὐτοῦ καὶ κριοῖο θοώταταί εἰσι κέλευθοι. 136 ἀντὶ τοῦ λυπεῖσθαι καὶ στέρεσθαι χαρᾶς· τίνος δὲ στέρεσθαι; δῆλον ὅτι τοῦ χαίρειν. 137 ἃ καὶ σὲ τὰν ἄνασσαν: ἅπερ καὶ σὲ λέγω χρῆναι φρονεῖν καὶ χρησταῖς ἐλπίσι βόσκεσθαι· ἢ οὕτως, ἃ καὶ σὲ βούλομαι φροντίζειν ὅτι τρέπονται καὶ ἐκ κακῶν ἐπὶ ἀγαθὰ τὰ ἀνθρώπινα. 140 Ζῆν᾿ ἄβουλον: δύσβουλον καὶ κακόβουλον, μὴ βουλευόμενον τοῖς ἰδίοις παισὶ τὸ συμφέρον διὸ μηδὲν φαῦλον περὶ Ἡρακλέους ἔλπιζε· οὐ γὰρ παρορᾷ τοῦ ἑαυτοῦ παιδὸς ὁ Ζεύς.