Ancient Greek
1207 to 1281
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1207-1281
Not analysed yet
1207 κεῖμαι δʼ ἀμέριμνος: ἤτοι πολυμέριμνος ἢ τῶν τέρψεων ἀμέριμνος οἷον μὴ σκοπῶν περὶ θυμηδίας μηδὲν ἀλλʼ ἐν δρόσοις τεγγόμενος ἅπερ ἐστί μοι μνημόσυνα εἰς τὸν ἀεὶ χρόνον, ἡ ἐνταῦθα κακοπάθεια. ἢ ἐν οὐδεμιᾷ μερίμνῃ ὤν ἢ μόνον περὶ τῶν πολέμων. πολυμέριμνος. 1211 οἷον πρὶν ἐπέλθοιεν οἱ πολέμιοι. ἐννυχίου. τῆς νυκτερινῆς ἐφόδου τῶν πολεμίων καὶ τῶν βελῶν ἀλεξητήριον ἦν ὁ Αἴας. 1217 γενοίμαν ἵνʼ ὑλᾶεν: εὔχονται ἀπαλλαγῆναι ἐπὶ τὰ οἰκεῖα· γενοίμην οὖν, φησίν, ὑπὸ τὴν ἄκραν πλάκα τοῦ Σουνίου· διὰ γὰρ Σουνίου ὁ πλοῦς τοῖς ἀπὸ Τροίας ἐπὶ Σαλαμῖνα. ἔνθα ὑλώδης ἐξοχὴ τῆς θαλάττης ἐστί. 1220 ὄνομα τόπου. 1221 φιλοτέχνως εὐφραίνει τοὺς ἀκροωμένους διὰ τῶν ἐπαίνων τῆς Ἀττικῆς. 1223 ὁ Τεῦκρος ἀκηκοὼς ἥκειν τὸν Ἀγαμέμνονα ἔρχεται μετὰ σπουδῆς. 1225 καὶ δῆλός ἐστιν ὥς τι σημανῶν νέον. 1228 τῆς Ἡσιόνης. 1230 ἐπʼ ἄκρων δακτύλων ἔβαινες γαυριῶν. 1231 οὐδὲν μὲν ὤν διὰ τὴν δυσγένειαν τοῦ μηδὲν δὲ τοῦ Αἴαντος τελευτήσαντος. 1233 γράφε διωρίσω. 1236 ἀντὶ τοῦ ὑπὲρ ποίου. 1239 ἐοίκαμεν. 1242 οὐκ εἰξετε καὶ ἐμμενεῖτε τοῖς κεκριμένοις. 1243 πιθανῶς τοῖς πολλοῖς. 1244 ἀντὶ τοῦ βλασφημεῖτε. 1245 οἱ οἱ ἡττηθέντες ἐν τῇ κρίσει· τοῦτο δὲ πρὸς τὴν ἐπιχείρησιν τοῦ Αἴαντος. 1247 γενναῖος ὁ λόγος, εἰ ὁ ἡττώμενος ἰδίῳ δικαίῳ παριστανόμενος πάλιν μάχοιτο καὶ οὐκ εἴξει τοῖς κεκριμένοις οὐδέποτε κατάστασις ἔσται. 1249 τοὺς τοὺς ἡττωμένους. 1250 δεῖ, φησίν, ἐμμένειν τοῖς ἅπαξ κεκριμένοις· ἐπειδὴ δὲ αὐτοῦ τὴν κατὰ τὸ σῶμα ἀρετὴν καὶ ἰσχύν διαβάλλειν οὐ δύναται εἰς ἀφροσύνην αὐτὸν λοιδορεῖ. 1255 τὸ τὸ τῆς μάστιγος. 1257 λείπει ἡ ὑπέρ. 1263 σκώπτει αὐτὸν εἰς τὴν μητέρα. 1264 ἐπεὶ οὐ συμβουλεύει διὰ τὸ ἀξίωμα Ἀγαμέμνονος ὁ χορὸς ἐν τῇ εὐχῇ τὴν γνώμην κατέθηκεν. 1266 περιπαθὴς ὁ λόγος εἰς ἀχαριστίαν ἐννεύων ὅτι ταχεῖα διαρρεῖ ἡ χάρις τοῦ ἀποθανόντος. 1269 οὐκ ἀξιοῦται τῆς παρὰ σοῦ μνήμης· οὗ πολλάκις, ὦ Αἶαν, προεκινδύνευσας ἐν πολέμοις· παρὰ τὸ Ὁμηρικὸν αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν. 1273 καλῶς πρὸς τὸ ποῦ βάντος ἢ ποῦ στάντος οὗπερ οὐκ ἐγώ; 1274 λείπει ἐντός. 1277 τοῖς σανιδώμασιν. 1281 πρὸς τὸ ποῦ βάντος ἢ ποῦ στάντος.