Ancient Greek
1153 to 1205
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1153-1205
Not analysed yet
1153 τὸν τρόπον. 1161 οὐδαμῇ ὑπείκει ὁ Τεῦκρος, κἀμοὶ δέ, φησίν, αἴσχιστόν ἐστιν ἀνέχεσθαί σου φλυαροῦντος. 1165 ὁ χορὸς ταχύνει τὸ ταφῆναι τὸ σῶμα πρὶν παραγενέσθαι τοὺς Ἀτρείδας. 1166 τὸν ἐσόμενον τοῖς ἀνθρώποις τάφον ἀείμνηστον. 1168 πάρεστιν ἡ Τέκμησσα μετὰ τοῦ παιδός· οὐχ ὅτι δὲ ἱκανὰ τὰ πρόσωπα φυλάξαι τὸ σῶμα ἀλλʼ ὅτι κινῆσαι δυνατά. 1169 τοῦ Αἴαντος. 1173 προστετραμμένος αὐτῷ ἢ ἱκετεύων. 1175 ἱκτήριον τὰς πολλὰς ἱκεσίας ἢ τὸ πλῆθος τῶν ἱκετευόντων. ἄλλως: τὸ ἱκέσιον κτῆμα, λέγει δὲ τὰς τρίχας. 1178 ἐξημημένος ἴνʼ ᾖ ἀφῃρημένος. 1182 καλῶς ἐγείρει τοὺς στρατιώτας πρὸς βοήθειαν, τὸν δὲ παῖδα πρὸς οἶκτον προβάλλεται καθʼ ἡλικίαν. 1184 κἂν μηδεὶς ἐᾷ: ἀπονενοημένου, φασί, τὰ πάντα ἐπὶ αὐτῷ ἀνατιθέναι ὅτι μόνος κρατήσει τῶν ἐχθρῶν βιαζομένων· ῥητέον οὖν ὅτι ὑπὸ φιλοστοργίας πάντα λέγει ὑπομένειν. 1185 τίς ἄρα νέατος: ὁ χορὸς πάλιν καθʼ ἑαυτὸν γενόμενος ἐν ἀναλογισμῷ γίνεται καί φησι, τίς ἄρα ἡμῖν ὁ ἔσχατος τῶν ἐτῶν ἀριθμὸς τῶν πολυπλάγκτων; ἐς πότε λήξει ὁ ἀριθμὸς τῶν ἐτῶν ἐμοὶ πόνους παρασκευάζων; 1186 καθʼ ὅ πολλὰ πλανώμεθα ἐν ἀλλοδαπῇ. 1188 πολεμικῶν τουτέστι τῶν κατὰ πόλεμον μόχθων. 1190 ἀνὰ τὰν εὐρώδη ἤτοι ἐπὶ τῆς Τροίας. σκοτεινὴν καὶ ἀερώδη τοῖς Ἕλλησιν. 1192 ἄφελε πρότερον: ὤφελε πρότερον ἀφανὴς γενέσθαι ἐκεῖνος ὁ ἀνὴρ ὁ πρῶτος εἰσενεγκὼν εἰς Ἕλληνας πολεμιστήρια ὅπλα ὡς ἅμα τῇ εὑρέσει ἡκόντων τῶν ἀνθρώπων ἐπὶ τὸ ἀδικεῖν. 1197 πόνοι πρόγονοι ἢ παλαιοὶ ἢ ἀρχηγοὶ τῶν πόνων οἷον ὁπότε εἰσαγωγὴ τῶν ὅπλων ἐγένετο· οὐ δεῖ δὲ ἀπειροκάλως ζητεῖν τίς πρῶτος ἐχρήσατο ὅπλοις. 1199 ἐκεῖνος οὕτε στεφάνων: ἐκεῖνος ὁ εὑρὼν τὰ ὅπλα ὅσον ἐφʼ ἑαυτῷ οὐ στεφάνων, οὐ κύλικος, οὐκ αὐλῶν τέρψιν μοι ἔνειμεν ἀλλὰ πᾶν, φησί, τερπνὸν ἐξέκοψεν· ἥδιστος δὲ ὢν ὁ Σοφοκλῆς πάλιν ἐπὶ τὸ ἴδιον ἦθος ἔκλινεν ἐν τοῖς μέλεσιν ὅθεν καὶ μέλιττα ἐκλήθη. 1202 ὅμαδον, ἦχον. 1203 τὴν ἐν παννυχίσιν ἢ τὴν ἐν κοίτῃ. 1205 τῶν ἐρωτικῶν· καὶ ἄκαιρον μὲν τὸ περὶ ἔρωτος μεμνῆσθαι ἐν τοῖς παροῦσιν ὅμως κατʼ ἀκολουθίαν πρὸς τὰ προκείμενα.