Ancient Greek
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1220
Not analysed yet
1220 τοῦ ἀντὶ τοῦ μετρίου, τοῦ ἱκανοῦ. οὐδʼ ἔπι κόρος. ταῦτα καθʼ ἑαυτόν· φησὶ δὲ ὁ χορός, τῷ πλεονεκτεῖν ἐθέλοντι παρὰ τὸ καίριον καὶ τὸ μέτριόν ἐστιν οὗτος ἰσοτέλεστος, ὁμοίως ἀποθνήσκουσιν οἱ τοιοῦτοι· τὸ ἐξῆς δὲ ἰσοτέλεστος θάνατος, τὰ δὲ ἄλλα διὰ μέσου . τούτου ἐστὶ τὸ ἑξῆς, οἷον οὐδὲ ἔπεστιν αὐτοῖς κόρος ἰσοτέλεστος τοῦ Ἅιδου· τότε γὰρ ὁ τοιοῦτος κόρος λαμβάνει τέλος ὅτε ἂν ὁ Ἅίδης ἐπέλθῃ. οὐ παύσονται τοῦ κόρου πρὶν εἰς θάνατον ἔλθωσιν. οἶμαι κόρος.