Ancient Greek · ~7 min
1232 to 1302
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1232-1302
Not analysed yet
1232 πτύσας προσώπῳ: οἷον ἀποστραφεὶς καὶ σκυθρωπάσας καὶ ἐκ τοῦ προσώπου καταμεμψάμενος, οὐ κυρίως προσπτύσας τῷ πατρὶ ὡς καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ φαμὲν κατέπτυσεν αὐτοῦ ὅ ἐστι κατεφρόνησεν τῶν λόγων αὐτοῦ· οὐχ εἷλκεν δὲ τὸ ξίφος κατὰ τοῦ πατρὸς ὥσπερ ᾤετο· εἶπεν γὰρ ἄνω ἡ δʼ οὖν θανεῖται καὶ θανοῦσ᾿ ὀλεῖ τινα· ὁ ἄγγελος δὲ οὕτω νομίζων ἀπαγγέλλει. 1233 διπλοῦς κνώδοντας: ἀντὶ τοῦ διπλᾶς ἀκμάς· ἄμφηκες γὰρ τὸ ξίφος· κνώδων δὲ τὸ ὀξὺ τοῦ ξίφους παρὰ τὸ καίνειν τοῖς ὁδοῦσι. 1236 τὸ ἔγχος οἱ τραγικοὶ καὶ ἐπὶ ξίφους λαμβάνουσιν. 1239 φοινίου σταλάγματος: τὴν πνοὴν τοῦ φοινίου σταλάγματος ἐκβάλλει τῇ λευκῇ αὐτῆς παρειᾷ ὅ ἐστιν οἶμα ἐξέπνευσεν. 1240 τὰ νυμφικὰ |τοὺς γὰρ γαμοῦντας τελείους ἐκάλουν. 1246 νομίζω αὐτὴν μὴ βούλεσθαι δημοσίᾳ θρηνεῖν ἀλλʼ ἐν τῷ οἰκήματι μετὰ τῶν θεραπαινίδων. 1250 οὐκ ἀνόητος, φησίν, ὑπάρχει ὥστε δημοσίᾳ ὀδύρεσθαι· ἁμαρτάνειν δὲ λέγει νῦν τὸ ἐμφανῶς θρηνεῖν. 1253 ἀλλʼ ἔσω ἀπελθόντες μαθησόμεθα μή τι καὶ μανιῶδες κρύφα βουλεύεται ἀνελεῖν ἑαυτὴν πειρωμένη. 1257 ἀντὶ τοῦ ἥκει. 1258 μνῆμα: τὸν νεκρόν. 1259 οὐ δι᾿ ἄλλον ἀποθανόντα, οὐκ ἐξ ἄλλου νεκρωθέντα. 1262 θανάτου ἄξια ἢ θανάτου αἴτια. 1265 ἀνωφέλητα. 1266 νέᾳ ἡλικίᾳ καὶ καινοπρεπεῖ θανάτῳ τετελεύτηκας. 1270 γράφε ἔχειν. 1274 ἀγρίαις ἀγρίαις ὁρμαῖς. 1275 τὴν χαρὰν λὰξ πατήσας. τὴν μεθʼ ὕβρεως ἀπωθουμένην ἢ τὴν μεγάλως καταπατουμένην. 1279 τὰ μὲν πρὸ χειρῶν τάδε ὡς τοῦ Κρέοντος τὸν παῖδα βαστάζοντος. 1282 ἡ κατὰ πάντα μήτηρ· ἐμφαντικῶς δὲ εἶπεν ὅτι καὶ μέχρι θανάτου μήτηρ ἐδείχθη μὴ ἑλομένη ζῆν μετὰ τὸν τοῦ παιδὸς θάνατον. 1286 κακὴν ἀπαγγελίαν ἔχοντα. 1288 ἐπέσφαξας. 1291 σφάγιον —|γυναικεῖον —μόρον: τὸν ἀπὸ σφαγῆς τῆς γυναικὸς μόρον. ἐπʼ ὀλέθρῳ: τοῦ Αἵμονος. 1293 ἐγκέκλεισται ἡ γυνή. 1298 τάδʼ γράφε τόνδʼ ἔναντα. 1301 ὀξεῖαν λαβοῦσα πληγήν. βωμία ὡς ἱερεῖον περὶ τὸν βωμὸν ἐσφάγη· παρὰ τὸν βωμὸν προπετής. 1302 λύει κελαινὰ ἀπόλλυται.