Ancient Greek
1303 to 1325
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1303-1325
Not analysed yet
1303 τοῦ πρὶν θανόντος Μεγαρέως κ. ὡς αὐτῆς προγαμηθείσης Μεγαρεῖ τινι πρὸ τοῦ Κρέοντος· οἱ δέ φασι τοῦ Μενοικέως τοῦ ἀποσφάξαντος ἑαυτόν· πρότερον γὰρ Μεγαρεὺς ἐκαλεῖτο· ἐν δὲ τῷ τυράννῳ Οἰδίποδι καὶ αὐτὸς Μενοικέα αὐτὸν καλεῖ. 1305 καταρασαμένη σοι ὡς παιδοκτόνῳ. 1307 ἐσείσθην, ἐταράχθην. 1308 γράφε καιρίαν. 1312 τῶνδε τοῦ τὴν γυναῖκα καὶ τὸν υἱον ἀποθανεῖν. 1313 πρὸς τῆς θανούσης κ. κακῶς ἐλέγου πρὸς τελευτώσης αὐτῆς· ἐνομίζου, ἐπεγράφου. 1314 τίνι τρόπῳ, φησίν, ἐλύετο καὶ ἐφέρετο εἰς φονάς; ἀντὶ τοῦ ποίῳ τρόπῳ εἰς φόνον ἔπεσεν ; ἐν εἰς φονάς. 1317 οὐδεὶς ἀνθρώπων ταῦτα ἐπὶ ἄλλον ἀπὸ τῆς ἐμῆς αἰτίας μεθαρμόσει ὅ ἐστι τοῦ σοῦ φόνου οὐδεὶς ἂν εἴποι ἕτερον τῶν ἀνθρώπων αἴτιον ἀλλʼ ἐμέ. 1325 τὸν οὐκ ὄντα ὅλως, μᾶλλον δὲ μηδένα.