Ancient Greek
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1281
Not analysed yet
1281 φίλαι, ἔκλυον ἃν ἐγώ: φίλαι, οἵαν ἥκουσα φήμην περὶ τοῦ ἀδελφοῦ ἀπροσδόκητον ἐφʼ οὔτε σιωπῆσαι ἂν ἠδυνάμην οὔτε ἀκούσασα βοῆσαι· καὶ γὰρ ἡ ἡδονὴ προετρέπετο αὐτὴν βοῆσαι καὶ ὁ φόβος ὁ περὶ τὸν Αἴγισθον καὶ τὴν μητέρα σιωπῆσαι· ὅμως δὲ ἔχω σε φιλτάτην ἔχοντα πρόσοψιν. ὁ νοῦς, ἔκλυον αὐδὴν ἣν οὐδέποτε ἤλπισα ἀκοῦσαι καὶ ἔσχον τρόπον ἄναυδον τῷ μὴ δύνασθαι βοᾶν οὐδὲ βοῶντός τινος ἀκούειν δυναμένη· οὕτως ἐξέστην ἐμαυτῆς· λέγει δὲ περὶ τῆς ἀπωλείας τοῦ Ὀρέστου ὅτε ἥκουσεν.