Ancient Greek
1291 to 1382
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1291-1382
Not analysed yet
1291 ἐμφαντικὸν τὸ συνεχὲς τῆς ταὐτολογίας· ἤρκει γὰρ κἂν ἓν τῶν λελεγμένων. 1292 ἀφαιρεῖται γάρ, φησί, τὴν εὐκαιρίαν τῶν μελλόντων πραχθῆναι τῶν λόγων ἡ ἀδολεσχία. 1307 εἰκὸς γὰρ καὶ ἔξωθεν ταῦτα πεπύσθαι τὸν Ὀρέστην. 1311 ἐντέτηκέ πρὸς τὴν μητέρα δῆλον ὅτι. 1322 τινὲς τὸν χορόν φασι λέγειν ταῦτα. τοῦ παιδαγωγοῦ μέλλοντος ἐξιέναι ὁ Ὀρέστης αἰσθόμενος τοῦ ψόφου ἀγνοῶν κελεύει αὐτὴν σιγᾶν διὸ καὶ λέκτρα ὡς ξένοις διαλέγεται. 1324 τοιαύτην ἀγγελίαν φέροντες ἣν οὐκ ἄν τις ἀπώσαιτο, λαβεῖν τὰ ὀστᾶ, οὐδὲ ἡδέως λάβοι ὅτι κακή ἐστιν. 1326 ἐπιτιμᾷ αὐτοῖς ὅτι φανεροὶ τοῖς ἐχθροῖς γίνονται. 1328 ἐγγεγενημένος ἢ ἄξιος τοῦ γένους. 1333 οἷον πρὶν ἰδεῖν τὰ σώματα ὑμῶν οἱ ἐχθροὶ ἔγνωσαν ἂν τὰ βουλεύματα τῆς ψυχῆς. 1338 ἐν τοῖς καιροῖς. 1344 θαυμαστῶς ὑπὲρ τοῦ μὴ ἐπὶ πλέον διατρίβειν ὡς καὶ Ὀρέκτης ἐν τοῖς ἔμπροσθεν τὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες· ὁ δὲ νοῦς, καὶ τὰ μὴ καλῶς ἀλλὰ κακῶς αὐτοῖς ἔχοντα καὶ αὐτὰ νῦν καλῶς ἔχει ἕως οὐδέπω τιμωρίας τυγχάνουσιν ἅπερ λεγόμενα πρὸς ἄκρον ἐστὶ παροξυντικά. 1346 τίς οὗτός ἐστ᾿, ἀδελφέ; :οὐκ ἠρώτησεν τοῦτο Ὀρέστην πρότερον ἡ λέκτρα ὑπὸ τῆς χαρᾶς ἀλλʼ ἐφύλαξεν νῦν ὁ ποιητὴς εἰς ἕτερον ἀναγνωρισμόν. 1649 οὗ χεροῖν εἰς τὸ Φωκέων πέδον ὑπεξεπέμφθην σῇ προμηθίᾳ. 1366 τὰ κατʼ ἐμέ φησιν. 1368 ἐνταῦθα ἀνεκάλυψε τὸ χρήσιμον τῆς ἀποδημίας Αἰγίσθου. 1369 μελλήσετε. 1372 τὸ οὐδὲν παρέλκει. 1378 λιπαρεῖ —ἀντὶ λιπαρῶς, συνεχῶς. 1379 ἐξ οφἵων ὡς δυνάμεως ἔχω, λόγοις ἀξιοῦν, οὐ θύειν. 1382 τοὺς μισθούς.