Ancient Greek
135 to 147
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 135-2-147
Not analysed yet
135 ἀλύειν: τὸ ἐν ἄλῃ δυσφορεῖν σημαίνει, ἐνίοτε δὲ τὸ γεγηθέναι ἀπὸ τῆς ἀλέας καὶ διαχύσεως· Ὅμηρος ἦ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; 137 Ὅμηρος οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο. 138 εἰς ἥν ἅπαντας ἀφικέσθαι δεῖ. 139 οὔτε γόοις οὔτε λιταῖσιν: οὔτε ὀδυρομένη οὔτε παρακαλοῦσα τοὺς θεούς· καὶ Αἰσχύλος μόνος θεῶν γὰρ θάνατος οὐ δώρων ἐρᾷ, μόνος οὐ δέχεται γλυκερᾶς μέρος ἐλπίδος. 144 ἐπιθυμεῖς· τί μοι, φησί, τούτων γλίχῃ ἅπερ ἐστὶν οὐκ εὐκόλως φέρειν, θρήνου καὶ πένθους; καὶ Ἀριστοφάνης σὲ δὲ ταῦτʼ ἀρέσκει.