Ancient Greek · ~2 min
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 149
Not analysed yet
149 ἀτυζομένα: ἐκπληττομένη τοῖς συμβεβηκόσι καὶ ὀδυρομένη· τὸ δὲ Διὸς ἄγγελος ὅτι τὸ ἔαρ σημαίνει· Ὅμηρος ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηὶς ἀηδὼν καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο· ἢ ὅτι τὴν ἡμέραν σημαίνει ἢ ὅτι τὰ ἑαυτῆς ἀγγέλλει κακὰ καὶ τὴν περιθρυλουμένην ἀγγελίαν καὶ τὸ πάθος· ἢ ἄγγελον εἶπεν οἷον τέρας καὶ τὸ παρʼ αὐτοῦ γινόμενον εἰς τερατείαν τῆς φύσεως· καὶ Σαπφὼ ἦρος ἄγγελος, ἱμερόφωνος ἀηδών.