Ancient Greek · ~6 min
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1375
Not analysed yet
1375 τοιάσδʼ ἀράς: τοῦτο ἅπαξ ἅπαντες οἱ πρὸ ἡμῶν παραλελοίπασιν, ἔχει δὲ τὰ ἀπὸ τῆς ἱστορίας οὕτως· οἱ περὶ Ἐτεοκλέα καὶ Πολυνείκην διʼ ἔθους ἔχοντες τῷ πατρὶ Οἰδίποδι πέμπειν ἐξ ἑκάστου ἱερείου μοῖραν τὸν ὦμον ἐκλαθόμενοί ποτε εἴτε κατὰ ῥᾳστώνην εἴτε ἐξ ὁτουοῦν ἰσχίον αὐτῷ ἔπεμψαν, ὁ δὲ μικροψύχως καὶ τελέως ἀγενῶς ὅμως γοῦν ἀρὰς ἔθετο κατʼ αὐτῶν δόξας κατολιγωρεῖσθαι· ταῦτα ὁ τὴν κυκλικὴν Θηβαΐδα ποιήσας ἱστορεῖ οὕτως ἰσχίον ὡς ἐνόησε χαμαὶ βάλεν εἶπέ τε μῦθον ὤ μοι ἐγώ, παῖδες μὲν ὀνειδείοντες ἔπεμψαν εὖκτο Διὶ βασιλῆι καὶ ἄλλοις ἀθανάτοισι χερσὶν ὑπʼ ἀλλήλων καταβήμεναι Ἄιδος εἴσω, τὰ δὲ παραπλήσια τῷ ἐποποιῷ καὶ Αἰσχύλος ἐν τοῖς ἑπτὰ ἐπὶ Θήβαις· καὶ ἔοικεν τὸ τῆς ἱστορίας ἥκειν ἐπὶ πολλοὺς ὡς καὶ παρά τινι αὐτὰ ἐκτεθεῖσθαι πρὸς τὸ γελοιότερον διὰ τούτων ἀεῖ δʼ ὁρ τʼ ὀξὺ καὶ τυφλὸς ἦν· θυσίας γὰρ ἀπαρχὰς γέρας ἐπέμπομεν πατρὶ περ ν ὦμον, ἔκκριτον γέρας· τὸ δὴ αὐτοί γε συγκόψαντες, οὐ μεμνημένοι, λήσειν δοκοῦντες ἀντὶ τοῦ κεκομμένον ἐπέμψαμεν βόειον, ὁ δὲ λαβὼν χερὶ ἔγνω παρήσας εἶπέ τʼ ἐκ θυμοῦ τάδε, τίς μοι τόδʼ ἀντόμοιον μισητὸν κρέας πέμπων; γέλωτα δή με ποιοῦνται κόροι θύοντες ὕβρει, τυφλὸς οὔ τι γνώσεται οὕτω λέγοντες· θεοί, μαρτύρομαι ἐγὼ τάδʼ ὑμᾶς καὶ κατεύχομαι κακὰ αὐτοῖσιν αὐτοὺς τῶνδε δὶς τόσα σχεθεῖν, χαλκῷ δὲ μαρμαίροντες ἀλλήλων χρόα σφάζοιεν ἀμφὶ κτήμασιν βασιλικοῖς· καὶ Μένανδρος ἐν Ναυκλήρῳ ὅ τε Πολυνείκης πῶς ἀπώλετʼ οὐχ ὁρᾷς;