Ancient Greek
1399 to 1444
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1399-1444
Not analysed yet
1399 καὶ αὕτη δευτέρα ἐστὶν ὥσπερ δέησις καὶ παθητικωτάτη ἐν τῷ ἀπολοφύρεσθαι αὑτὸν τεχναζομένη πάνυ πιθανῶς. 1426 ἐν ἴσῳ τῷ χρησμῳδεῖ. τοῦτο ἐφʼ ἑαυτοῦ φησι καὶ τοῦ ἀδελφοῦ, ἡμῖν δὲ οὐ συμβατέα οὐδὲ συγχωρητέα. 1427 τίς δὲ τολμήσει ἕπεσθαι κλύων τὰ τοῦδε τἀνδρός; 1429 καὶ ἐν ταῖς τέχναις ἔστι τοῦτο, ὅτι οὐ πάντα δεῖ ἀληθεύεσθαι ἐὰν μὴ χρήσιμα ᾖ ἀλλὰ δεῖ καί τι ψεύδεσθαι. 1437 μέθεσθε δʼ ἤδη: καὶ ἐκ τούτου δῆλον ὅτι ἐν τῇ παρακλήσει ἄμα τοὺς λόγους λέγουσα τούτους εἴχετο αὐτοῦ ἡ ἀδελφή. 1444 καὶ τῇδε —καὶ τοιᾷδε τύχῃ καὶ ἐναντίᾳ.