Ancient Greek
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 14
Not analysed yet
14 καὶ τοῦτο ἄριστα πεποίηται· φθέγμα γὰρ εἶπεν ὡς μὴ θεασάμενος αὐτήν (δῆλον γὰρ ὡς οὐκ εἶδεν αὐτὴν ἐκ τοῦ ἂν ἄποπτος ᾖς ὅμως τουτέστιν ἀόρατος), τῆς δὲ φωνῆς μόνης αἰσθάνεται ὡς ἐθάδος αὐτῷ οὔσης· ἔστι μέντοι ἐπὶ τῆς σκηνῆς ἡ Ἀθηνᾶ· δεῖ γὰρ τοῦτο χαρίζεσθαι τῷ θεατῇ· προθεραπεύει δὲ τὴν θεὸν ὁ Ὀδυσσεὺς καὶ οὕτω λέγει τὰ κατὰ τὸν Αἴαντα.