Ancient Greek · ~3 min
15 to 23
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 15-23
Not analysed yet
15 ἀόρατος. 16 φώνημα: ἀντὶ τοῦ φωνήν. ὀξέως συνίημι καὶ ἀντιλαμβάνομαι. φρενί: ἀντὶ ἀπὸ τῆς φρενός. 17 ἡ κώδων θηλυκῶς Ἀττικῶς. κώδων καλεῖται τὸ πλατὺ τῆς σάλπιγγος, ἀπὸ μέρούς δὲ τὴν σάλπιγγά φησι· πολλὰ δὲ εἴδη σαλπίγγων· εἰσὶ γὰρ Λιβυστικαὶ σάλπιγγες, εἰσὶν Αἰγύπτιαι, εἰσὶ Τυρσηνικαί· πρῶτος δὲ Ἀρχώνδας συμμαχῶν τοῖς Ἡρακλείδαις ἥγαγεν εἰς Ἑλληνας τὴν Τυρσηνικὴν σάλπιγγα. 19 οὐχ ἀπλῶς ὁπλοφόρῳ ἀλλὰ κατʼ ἐξοχήν· Ὅμηρος Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠύτε πύργον· οἰκεῖον δὲ τοῖς πρώτοις τὸ ὄνομα. 23 τρανές: σαφές· καλῶς δὲ τοῦτο ἐποίησεν ἵνα συνέχηται ἔτι ἡ ὑπόθεσις καὶ τὸ ἄπιστον εἰς ἀμφίγνοιαν ἄγῃ αὐτούς· διὸ θελοντὴς τοῦτον ὑπέστην τὸν κίνδυνον ἵνα γνῶ τἀληθὲς πάντων τὴν αἰτίαν τοῦ γεγονότος εἰς αὐτὸν ἀναγόντων. ἀληθές. τῷ νῷ ἀλώμεθα.