Ancient Greek
1401 to 1468
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1401-1468
Not analysed yet
1401 γράφε γόοις· πολλὰ διὰ Τροίαν πέπονθα, φησίν. 1402 ἐπὶ τὴν πατρίδα· ἀπατᾷ δὲ καὶ θέλει ἄξαι εἰς τὴν Τροίαν. 1404 πῶς, φησίν, ἀναίτιος γένωμαι τοῖς Ἑλλησιν; 1405 χώραν τὴν τὴν Σκῦρον. 1406 τίνα προσωφέλησιν ὠφελήσεις. 1411 ὑπολάμβανε ὁρᾶν τὸν Ἡρακλέα. 1415 πεπρωμένα. 1423 σὺν τῷδʼ τῷ Νεοπτολέμῳ. 1425 νομισθείς. 1430 πλάκα| τὴν πέτραν. 1431 ἐξ Ἀχαιικοῦ. 1432 πρὸς πυρὰν τὴν ἐπὶ τῇ Οἴτη. ἀντὶ ἐκ τῶν ἀριστείων κἀμὲ τίμησον. 1441 εὐσεβεῖν τὰ πρὸς αἰνίττεται τοῦτο εἰς Νεοπτόλεμον· ἐν γὰρ τῇ Ἰλίου ἁλώσει ἀπέκτεινε τὸν Πρίαμον προσφυγόντα τῷ βωμῷ τοῦ Ἑρκείου Διός. 1448 συγκατατίθεμαι. 1452 στείχων χώραν ἀσπάσομαι ἀναχωρῶν. 1453 ξύμφρουρον τὸ φρουρῆσάν με καὶ φυλάξαν. 1455 ἰσχυρός, ἔντονος. 1459 δύναται πάντα τὰ ὅρη Ἔρμαια καλεῖσθαι ὅτι νόμιος ὁ θεὸς καὶ ὄρειος ὁ Ἑρμῆς, ἔστι δὲ καὶ Ἕρμαιον οὕτως ἐν Λήμνῳ καλούμενον· ἐμοὶ δέ, φησί, πολλὰ βοῶντι καὶ τὸ Ἕρμαιον ὄρος ἀντεφθέγξατο. 1460 ἀμοιβαῖον, ἀντίμιμον. 1461 Λύκιόν τε ποτὸν] ἢ οὕτω καλουμένη κρήνη ἐν Λήμνῳ Λυκίου Ἀπόλλωνος ἢ οἷον ἐν ἐρημίᾳ ὑπὸ λύκων πινόμενον. 1462 οὐ δὴ |δόξης ποτὲ τῆσδʼ τῆς οἰήσεως ἀντὶ τοῦ οὐδέποτε τοῦτο οἰηθέντες οὐδʼ ἐλπί- σαντες τελειοῦσθαι ὥστε ἀπελθεῖν εἰς Τροίαν. 1467 ἢ τοῦ Ἡρακλέους ἢ τοῦ Νεοπτολέμου. 1468 τινὲς τὸν Ἡρακλέα, ἔνιοι τὴν Τύχην.