Ancient Greek · ~8 min
1273 to 1392
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1273-1392
Not analysed yet
1273 ἀλλʼ οὔ τι μὴν δόλιος φανοῦμαι. 1275 μὴ λέξῃς μὴ περαιτέρω εἴπῃς· ὅσα γὰρ ἂν εἴπῃς μάταια λέξεις. 1277 περαιτέρω. 1288 ἀπατώμεθα. 1293 μαρτύρομαι τοὺς θεοὺς ὅτι ὁ ποιῶ εἰς χάριν καὶ σωτηρίαν ποιῶ τῶν Ἀτρειδῶν. 1298 οὐκ εἶπεν τὸ θέλῃ ἴνα μὴ δόξῃ συμψηφίσασθαι αὐτοῦ τῷ βουλήματι. 1305 ἀλλ᾿ οὖν τοσοῦτον: ἀλλʼ οὐ γενναῖον ἄνδρα φονεύσω· πάντες γὰρ οἱ κήρυκες τῶν Ἑλλήνων ἀσθενεῖς εἰσι καὶ ἡ ἀνδρεία αὐτῶν ἄχρι τοῦ λέγειν. τοὺς πρώτους τοὺς βασιλεῖς. 1306 ψευδοπρεσβευτάς. ψευδῶς κηρυσσομένους, ἐγκωμιαζομένους. 1312 μετὰ ἐν ζῶσιν. 1313 ἤκου᾿ καλῶς ἤκουσ᾿. 1314 εὐφημοῦντα. 1316 πᾶς ἄνθρωπος ἐκ θεοῦ πάσχων ἀνέγκλητός ἐστιν, ὅσοι δὲ διὰ τὴν ἰδίαν προαίρεσιν δυστυχοῦσιν ὥσπερ σὺ οὐδὲ ἐλέους ἄξιοι τυγχάνουσιν. 1321 συμβουλίαν. 1322 σοί. 1325 γράφου φρενῶν παρὰ τὸ Ὁμηρικὸν σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι. 1326 σύ, Φιλοκτῆτα, νοσεῖς ἐκ θείας προνοίας πλησίον ἀπελθὼν τοῦ ὄφεως τοῦ φυλάττοντος τὸ ἱερὸν τῆς Ἀθηνᾶς καὶ οὐκ ἔστιν ἴασις εἰ μὴ ἐκ τῶν Ἀσκληπιαδῶν. 1327 πλησίον ἐλθὼν τοῦ ὄφεως τοῦ τῆς νήσου τῆς Χρύσης φύλακος. ἀστέγαστον. 1329 ἀνάπαυσιν, θεραπείαν. 1331 ταύτῃ μὲν ἀνατέλλῃ ταύτῃ δὲ δύνῃ ὅ ἐστι διὰ παντός. 1334 παύσῃ. 1336 ἀντὶ ὅπως. 1343 συγχώρει σὺν ἡμῖν χώρει ἐθελοντής. 1344 καλὸν κτῆμα ὠφεληθῆναί σε κλέος κτώμενον ἐκ τῆς πορθήσεως τῆς Ἰλίου καὶ θεραπευόμενον. ἡ ἡ κτῆσις τῆς δόξης. 1345 ἰασίμους, ὑγιαστικάς, θεραπευτικάς. 1353 τῷ ἀντὶ τίς με προσαγορεύσει; 1354 τὰ πάντʼ τὰ περὶ ἐμὲ πάθη εἰδότες ἐνιαυτοί, τοῦ αἰῶνος χρόνοι. 1355 ἀνέξεσθε. 1357 τῷ τῷ ἀξίῳ ἀπολωλέναι. 1358 οὐ λυπεῖ με τὰ φθάσαντα ἀλλὰ διὰ τὰ μέλλοντα δυσφορῶ· οἱ γὰρ ἔχοντες φαύλην τὴν γνώμην ἀκόλουθα τῷ λογισμῷ διαπράττονται. 1362 σοῦ δʼ ἔγωγε θαυμάσας θαυμάζω σου καὶ καταγινώδκω δου. 1371 τοῦ Ποίαντος. 1374 θεοῖς τε διὰ τὴν Ἑλένου μαντείαν. 1377 τῷδε δυστήνῳ χωλὸς ἄν. 1378 δίυγρον διὰ τὸ ἕλκος, πύου πεπληρωμένην ὅ ἐστι σήψεως· ὁ δὲ νοῦς, ἀλλʼ οὐ πρὸς ἐκείνους ἄπει ἀλλὰ πρὸς τοὺς θεραπεύσοντάς σε. 1385 σοί που φίλος γʼ ὑπὲρ τοῦ σοὶ συμφέροντος. 1387 μάνθανε, φησί, μὴ ἐν τοῖς κακοῖς ἐπαίρεσθαι. · λείπει ἡ ἐπί. 1389 ἐννοεῖν. 1392 ἰδεῖν.