Ancient Greek
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1404
Not analysed yet
1404 αἴ αἰ, ἰὼ στέγαι: ἔθος ἔχουσι τὰ γεγονότα ἔνδον ἀπαγγέλλειν τοῖς ἔξω οἱ ἄγγελοι, νῦν δὲ διὰ τὸ μὴ διατρίβειν ἐν τῷ δράματι οὐκ ἐποίησεν· τούτῳ γὰρ προκείμενον τὸ κατὰ τὴν Ἠλέκτραν ἐστὶ πάθος· νῦν τοίνυν βοώσης ἐν τῇ ἀναιρέσει τῆς Κλυταιμήστρας ἀκούει ὁ θεατὴς καὶ ἐνεργέστερον τὸ πρᾶγμα γίνεται ἢ διʼ ἀγγέλου σημαινόμενον· καὶ τὸ μὲν φορτικὸν τῆς ὄψεως ἀπέστη τὸ δὲ ἐναργὲς οὐδὲν ἧσσον καὶ διὰ τῆς βοῆς ἐπραγματεύσατο.