Ancient Greek · ~5 min
1385 to 1402
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1385-1402
Not analysed yet
1385 τὸ δυσέριστον οἷμα φυσῶν: οἷον ὁ Ἄρης συναγελάζεται αὐτοἵς φυσῶν αἷμα καὶ φόνον, δυσέριστον δὲ τὸν διʼ ἔριν γινόμενον · τὸ δὲ κακῶν οὐχ ὡς κατηγοροῦσά φησιν (ἐναντίον γὰρ τῷ ἤθει τοῦ χοροῦ) ἀλλʼ ὅτι τὰ τοιαῦτα ἔργα οὐχ ἡδέα τοῖς ἀνθρώποις. 1388 ἄφυκτοι κύνες: ἤτοι εἰς τὸν Ὀρέστην ἀποτείνεται ἐν τῷ ἄφυκτοι κύνες ἢ ἐπὶ τῶν Ἐρινύων, εἰσῆλθον εἰς τὸν οἶκον αἱ Ἐρινύες ἃς οὐκ ἔστι φυγεῖν. 1389 ὥστʼ οὐ μακρὰν ἔτʼ ἀμμένει: οὐ περὶ τοῦ ὀνείρου τῆς Κλυταιμήστρας φησὶ (τοῦτο γὰρ βίαιον) ἀλλὰ τοῦτό φησιν, ἃ κατʼ ἐμαυτὴν ὠνειροπόλουν οὐκ εἰς μακρὰν ἔσται μετέωρα ἀλλʼ εὐθέως τελεσθήσεται. 1391 παράγεται γὰρ ἐνέρων δολιόπους. ἡ Ἐρινὺς ἀφόβως χωροῦσα ἢ δαίμων τις ἀπλῶς βοηθὸς νεκρῶν· ἢ ἐπὶ τοῦ Ὀρέστου, παρέρχεται, φησίν, ἔσω στέγης ὁ Ὀρέκτης· ἐνέρων δὲ ἀρωγὸς ἤτοι τοῦ Ἀγαμέμνονος ἢ τῶν χθονίων θεῶν βοηθὸς ὅ ἐστιν ὑπηρέτις. 1393 ἑδράσματα. ἀρχαῖα οἰκήματα. 1394 νεακόνητον τὸ ξίφος τὸ ἠκονημένον εἰς οἶμα καὶ φόνον. 1395 ὁ Μαίας δὲ παῖς: ὁ Ἑρμῆς αὐτὸν ἄγει πρὸς αὐτὸ τὸ τέρμα κατακρύψας σκότῳ τὸν ὑπʼ αὐτοῦ γινόμενον δόλον. Ἑρμῆς. 1398 ἐξερχομένη ταῦτά φησιν. 1400 ἐς εἰς τὸ περίδειπνον τὸ ἐπὶ τῷ Ὁρέκτῃ δοκοῦντι ἀπολωλέναι. 1402 ἐν τούτοις δῆλον ὅτι εἰσῆλθεν ἐν τοῖς ἔμπροσθεν Ἠλέκτρα.