Ancient Greek · ~2 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 143
Not analysed yet
143 ἱππομανῆ: τινὲς τὸν μεγάλως μαινόμενον ἐξεδέξαντο· ἀλλʼ οὐκ ἐπίστευεν ὁ χορὸς ὅτι ἐμαίνετο ὁ Αἴας· ἢ σὲ τὸν ἐπὶ ἵπποις μαινόμένον καὶ ἱππικόν· ἀλλʼ οἱ νησιῶται οὐχ ἱππομανοῦσιν οὐδὲ ίππήλατοί εἰσιν αἱ νῆσοι· τὸ ἱππομανῆ τοίνυν πρὸς τὸν λειμῶνα ἐκληπτέον. ἄλλως ἱππομανῆ ἢ αὐτὸν λέγει τὸν Αἴαντα ὡς μεγάλως μαινόμενον ἀπὸ μεταφορᾶς· ἡ γὰρ τῶν ἵππων μανία χαλεπτωτέρα ἐστίν · τὸ γὰρ ἵππος ἐπὶ μεγάλου τάσσεται ὡς ἱπποσέλινον καὶ ἱππογνώμονα τὸν μεγαλογνώμονα. ἢ ἐπὶ τοῦ λειμῶνος οἷον τὸν εὐανθῆ, ἐφʹ ἵπποι μαίνονται ἢ τὸν ἄγαν μεμηνότα καὶ ἀνθοῦντα καὶ ἐνυβρίζοντα τῇ χλόῃ διὰ τὸ πλῆθος. μεγαλομανῆ.