Ancient Greek · ~4 min
135 to 141
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 135-141
Not analysed yet
135 βάθρον ἀγχιάλου: τὸ θεμέλιον, τὸ ἕδρασμα ἀντὶ τοῦ δἰ ὃν ἵσταται ἡ Σαλαμίς· οὐ πάντως δὲ αἱ ἀγχίαλοι καὶ ἀμφίαλοί εἰσιν οἴα ἐστὶ καὶ ἡ Ἀλεξάνδρεια, ἀγχίαλος μέν ἐστιν οὐκ ἀμφίαλος δέ, αἰ δὲ νῆσοι καὶ ἀγχίαλοι καὶ ἀμφίαλοί εἰσιν. 136 σὲ μὲν εὖ ἀντὶ τοῦ σοῦ μὲν εὖ πράσσοντος· ἢ οὕτως, εἰς σὲ μὲν εὖ πράττοντα ἐπιχαίρω ἴνα λείπῃ ἡ εἰς. ἀντὶ συγχαίρω. 137 σὲ δʼ ἀπὸ κοινοῦ τὸ ἐπιβῇ, εἰς σὲ δὲ ὅταν νόσος ἐπιβῇ· κακόθρους δὲ οἷόν ἐστι καὶ τὸ ἑξῆς οιούσδε λόγους ψιθύρους ἀντὶ τοῦ διάβολος. δυσμενής. 140 ἐπεὶ περιδεὲς τὸ ζῷον· ὄμμα δὲ πελείας περιφραστικῶς ἡ πέλεια. 141 ὡς καὶ τῆς παρελθούσης νυκτὸς ἐν φόβῳ γεγόναμεν ἐπὶ τῇ σῇ δυσκλείᾳ· πιθανῶς δὲ οὐκ ἐλέγχει τὸν βασιλέα ὡς ἡμαρτηκότα ἀλλὰ τὴν δυσπραξίαν προσέλαβεν ὡς ἀπὸ τῆς εἱμαρμένης· πάνυ δὲ εὖνοι ὄντες ἀπιστοῦσι καὶ ὑπολαμβάνουσιν αὐτὸν ὑπὸ τοῦ ἐχθροῦ συκοφαντεῖσθαι· ἐν δέει οὖν καθέστηκα ὅταν ᾖ τι τοιοῦτο περὶ σέ.