Ancient Greek
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1447
Not analysed yet
1447 νέα τάδε νεόθεν: εἰ καὶ ὅτι μάλιστα ξενικά ἐστι τὰ πρόσωπα καὶ τὰ κατέχοντα τούτους κακὰ ὅμως συναλγεῖ καὶ εὐλαβεῖται μὴ ἐκ τῆς ὁμιλίας τῆς σὺν αὐτοῖς ἀπολαύσωσί τινος κακοῦ καὶ αὐτοί· ἐν τοιούτῳ οὖν ἤθει καὶ ὁ λόγος αὐτοῖς διάκειται, τοιαῦτα πάρεστιν ἡμῖν, φησίν, ἄτοπα παρὰ τοῦ ξένου ἀπολαῦσαι ἐκτὸς εἰ μοῖρά τις καταλαμβάνει ἡμᾶς καὶ κατὰ μοῖραν ἀπολαύσομεν ὧν ἀπολαύομεν. νεωστί.