Ancient Greek
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1451
Not analysed yet
1451 μάτην γὰρ οὐδέν: οἷον οὐδέν ἐστι μάταιον ὑπὸ θεῶν ἀξιωθὲν πραχθῆναι ἀλλʼ ὅ ἂν γίνηται ὑπὸ θεῶν τοῦτο καλῶς γίνεται· τὸ δὲ ἑξῆς, μάτην γὰρ οὐδὲν ἀξίωμα δαιμόνων ἔχω φράσαι, ἐπειδὴ ὁρᾷ ταῦτʼ ἀεὶ χρόνος ἕτερα μὲν αὔξων ἄνω τὰ δὲ παρʼ ἦμαρ αὖθις ὅ ἐστιν εἰς τὸ ἔμπαλιν τρέπων τὰ ἤδη αὐξηθέντα οἷον πάντα ἔχει ὑφʼ ἑαυτῷ ὁ χρόνος, τὰ μὲν ὁρᾷ τὰ δὲ καὶ αὐτὸς ὁρᾶται· τὰ γὰρ πραττόμενα τῷ χρόνῳ φαίνεται τουτέστιν ἐν τῷ χρόνῳ πολλαὶ μεταβολαὶ καὶ ὁρᾶται ὁ χρόνος πολλὰ μὲν αὔξων παρʼ ἦμαρ πολλὰ δὲ εἰς τὸ ἔμπαλιν τρέπων.