Ancient Greek
1456 to 1519
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1456-1519
Not analysed yet
1456 ἔκτυπεν αἰθήρ: τὸ συνεκτικώτατον τοῦ δράματος ἐν τούτῳ καθὰ προεῖπεν ὁ Οἰδίπους σημεῖα δʼ ἥξειν τῶνδέ μοι παρηγγύα ἢ σεισμὸν ἢ βροντήν τινʼ ἢ Διὸς σέλας· μεταξὺ οὖν τῶν χοροῦ λόγων γίνεται τοῦτο ἐφʼ ᾧ ὁ χορὸς ἀναβοᾷ ὅπερ ἦν σύμβολον τοῦ τὸν Οἰδίποδα τεθνάναι ὅπερ γνωρίσας ὁ Οἰδίπους ἀξιοῖ τὸν Θησέα ἐν τάχει παραγενέσθαι. 1459 βούλημα. 1464 ἄκραν φόβαν κρατός, οὕτως ἀποδώσεις. 1466 ἀντὶ τοῦ ταχεῖα. 1468 τί μὰν ἀφήσει: τοῦτό φησιν, οὐ μάτην γίνεται τὸ κατὰ τὴν διοσημίαν ἀλλʼ ἐπί τινι μεγάλῃ συμφορᾷ · νῦν δὲ συμφοράν φησι τὸ μέσον ὄνομα τῆς συντυχίας· οἷον ἐπί τινι γίνεται ἡ διοσημία. ἀφήσει. 1469 μάταιον. 1470 οὐκ ἄνευ ἀπὸ κοινοῦ τὸ ἐφορμᾷ. 1472 τῷδʼ ἐπʼ ἀντὶ τοῦ ἐμοί. ἡ θέσφατος τελευτή, ἡ θεσπισθεῖσα τελευτή. 1473 ἀποφυγή. 1474 τίνι τεκμηρίῳ; νοήσας, στοχασάμενος. 1478 περιίσταται ἡμῖν μέγας ψόφος. 1480 ἵλαος, δαῖμον: εὐσεβέστατα ὁ χόρος εὔχεται πρὸς τὸν θεὸν εἰ ἐπί τινι χαλεπῷ ταῦτα πράττει ἵλεων αὐτὸν γενέσθαι· ὅρα οὖν ὅτι ἡ συμφορὰ ἐπὶ τῆς μέσης ἐννοίας κεῖται. λείπει τὸ ἕσο. τῆ Ἀττικῇ. 1481 χαλεπόν. 1482 ἐναισίου δὲ μηδὲ πονηρῷ τινι συντύχω. 1484 ἀκερδῆ ἧς φαῦλον τὸ κέρδος. ἀντὶ τοῦ σχοίην. 1486 ὁ Θθησεύς. 1488 τί δʼ ἂν θέλοις τὸ πιστόν: τί τὸ πιστὸν θέλεις ἐμβαλεῖν τῇ φρενὶ ἐκείνου, τῇ τοῦ Θησέως δῆλον ὅτι; ἀντὶ τοῦ τί βούλει πιθανὸν ἀνακοινώσασθαι τῷ Θησεῖ; 1490 δοῦναι σφιν: ὅτι ἡ σφιν ἀντὶ τῆς οἱ ἀντωνυμίας κεῖται· ἔδει γὰρ εἰπεῖν τελεσφόρον δοῦναί οἱ χάριν. ἀντὶ τοῦ αὐτῷ (κατὰ τιμὴν δὲ πληθυντικῶς) ἃ πάροιθʼ ὑπεσχόμην. 1491 ἰὼ παῖ: θαυμαστῶς ὁ χορὸς βοᾷ· ἐπείγει γὰρ τὸ πρᾶγμα. 1493 ἡ ἐπὶ πρὸς τὸ ἄκραν ἵνʼ ᾖ ἐπʼ ἄκραν πέτραν. ἀντὶ τοῦ πέτραν. Ποσειδῶνι. ἀντὶ τοῦ Ποσειδῶν ἐστιν ἐνάλιος θεός, ὁ δὲ ἑτέρως ἐσχημάτισεν κτητικώτερόν πως διὸ κεῖται τὸ χ. 1495 ἁγίζων. 1500 ὑμῶν τε καὶ Οἰδίποδος. 1503 ἀντὶ τοῦ ἐπέρραξεν. 1506 ἐπιτυχίαν. 1507 ἀντὶ τοῦ νέον. 1508 τὸ ἑξῆς, καί σε μὴ ψεύσας. 1512 σημάτων οἷον διὰ τῶν σημείων. 1519 γήρως ἕως γήρως. τῇδε γράφε σῇ τε κείσεται.