Ancient Greek · ~8 min
15 to 35
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 15-2-35
Not analysed yet
15 τοῦτο καὶ τὴν ἡλικίαν σημαίνει καὶ δυσωπητικόν πως τυγχάνει· ὡς γὰρ ἐπὶ θεοῦ βωμοὺς πάρεισιν ἐπὶ τοὺς πρὸ τῶν βασιλείων ἱδρυμένους. 17 πτέσθαι: ἀντὶ τοῦ βαδίσαι, ἡ δὲ μεταφορὰ ἀπὸ τῶν νεοττῶν· τὸ δὲ σὺν γήρᾳ βαρεῖς ἐφ᾿ ἑαυτοῦ τῷ πληθυντικῷ ἐχρήσατο· καὶ τὸ ἱερεῖς ὁμοίως. 19 λεκτοί: τὸ λεκτοὶ τάχα μὲν εἰς σύστασιν τῶν παίδων τάχα δὲ καὶ δημοσίαν ἐκφαίνει τὴν ἐκπομπὴν ὡς ἐπιλεχθεῖσαν καὶ πεμφθεῖσαν παρὰ τοῦ κοινοῦ. 20 πρός τε Παλλάδος διπλοῖς ναοῖς: δύο ἱερὰ ἐν ταῖς Θήβαις ἵδρυται τῇ Ἀθηνᾷ τὸ μὲν γκαίας τὸ δὲ Ἰσμηνίας· οἱ δὲ οὕτω, τὸ μὲν Ἀλαλκομενείας τὸ δὲ Καδμείας· τινὲς δὲ τὸν τῆς Ἀλαλκομενείας οὐκ ἐν Θήβαις εἶναι ἀλλʼ ἐν κώμῃ. 21 ἐπʼ Ἰσμηνοῦ τε μαντείᾳ: καὶ γάρ ἐστι παρὰ τῷ Ἰσμηνῷ Ἀπόλλωνος ἱερὸν διό φησι μαντείᾳ σποδῷ, τοῦτο δὲ ἀντὶ τοῦ βωμῷ ὅτι διὰ τῶν ἐμπύρων ἐμαντεύοντο οἱ ἱερεῖς ὡς φησι ᾶιλόχορος. 23 ἡ μεταφορὰ ἀπὸ τῶν χειμαζομένων νεῶν, 25 φθίνουσα μὲν κάλυξιν; οὐ μόνον ἀφορίαν φησὶν εἶναι τῆς γῆς ἀλλὰ καὶ τοὺς πεφηνότας καρποὺς διαφθείρεσθαι ὑπὸ τοῦ λοιμοῦ. σύν τοῖς βλαστήμασιν. 27 ὁ πυρφόρος θεός: ὁ λοιμὸς ὁ πυρετοφόρος· τὸν γὰρ πυρετὸν πῦρ καλοῦσι καὶ τὸ ἐναντίον ὡς Ὅμηρὸς καί τε φέρει πολλὸν πυρετόν. 28 ἐπιβαλών, ἐπιφέρων. 29 δῶμα Καδμεῖον περιφραστικῶς ἡ πόλις· ἢ ἀντὶ τὰ δώματα πάντα τῆς πόλεως. 33 ἀνδρῶν δὲ πρῶτον: οὐ μόνον οὖν ὡς βασιλέως δέονται ἀλλὰ καὶ σοφοῦ· κατὰ βραχὺ δὲ παρεμβάλλει ἡμῖν ὁ ποιητὴς τὰ τῆς ἱστορίας τοῦ Οἰδίποδος. συμφοραῖς ταῖς βιωτικαῖς συντυχίαις. 34 ἔν τε δαιμόνων συναλλαγαῖς: καὶ ἐν ταῖς πρὸς τὸ θεῖον κοινωνίαις καὶ φιλίαις στοχάζεσθαι τῆς τῶν θεῶν διανοίας· ἐκ τούτου δὲ παθητικωτέραν τὴν τραγῳδίαν ποιεῖ ὅταν ὁ τοιοῦτος εἶναι νομιζόμενος φανῇ καινοῖς μύσεσιν ἔνοχος. 35 ὅς τε μολὼν ἄστυ Καδμεῖον, ἴνα καὶ ἡ ἀπὸ ξένης ἄφιξις αὐτοῦ δηλωθῇ· σκληρᾶς δὲ ἀοιδοῦ ὅτι τὸ ἀοιδοῦ εὔφημόν ἐστιν προσέθηκε σκληρᾶς ὅ ἐστι δυσκόλου διὰ τὸ αἴνιγμα ἢ φονικῆς.