Ancient Greek · ~2 min
38 to 45
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 38-45
Not analysed yet
38 οὐδʼ ἐκδιδαχθείς: οἷον οὐ προακούσας παρʼ ἡμῶν τὸν τρόπον τῶν αἰνιγμάτων ὅπερ συνελάμβανέν πώς σοι πρὸς τὴν λύσιν· ὡς πρὸς θεοφιλῆ οὖν καὶ εὐτυχῆ ἀπαντῶσιν· περιττεύει δὲ ἡ ἐξ ἢ ἡ ὑπό. συμβουλῇ, ἐπικουρίᾳ. 40 κράτιστον ἢ ὑπὸ πάντων κράτιστος εἶναι ὑπολαμβανόμενος ἢ πᾶσι τοῖς προειρημένοις, τύχῃ, συνέσει, θεοφιλίᾳ. 41 πρόστροποι. προσπεπτωκότες, προστετραμμένοι· ἴσως δὲ τοῦτο εἰπὼν ὁ ὑποκριτὴς προσπίπτει εἰς τοὺς πόδας τοῦ ἄρχοντος. προσπεπτωκότες. 44 ὡς τοῖσιν ἐμπείροισιν: ἐν τοῖς συνετοῖς τὰς συντυχίας καὶ τὰς ἀποβάσεις τῶν βουλευμάτων ὁρῶ ζώσας καὶ οὐκ ἀπολλυμένας, οὐ σφάλλεται ἀλλὰ τὸ ἀποβησόμενον στοχάζεται καλῶς. 45 ἀντὶ ἐνεργεστέρας.