Ancient Greek
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 154
Not analysed yet
154 τῶν γὰρ μεγάλων ψυχῶν ἱείς: τροπικῶς ὡς ἐπὶ τῶν τοξευόντων κατὰ μεγάλου σώματος οἳ οὐχ ἁμαρτάνουσιν· πιστὰ οὖν τοῖς ἀκούουσι τὰ κατὰ τῶν λεγάλων διὰ τὸν φθόνον· Πίνδαρος ὄψον δὲ λόγοι φθονεροῖσιν· ἅπτεται δʼ ἐσλῶν ἀεί, χειρόνεσσι δʼ οὐκ ἐρίζει. ἱείς: ἀφιείς, τοξεύων· ἀπὸ κοινοῦ δὲ τὸ τις, κατὰ μὲν τῶν μεγάλων ψυχῶν ἱείς τις οὐκ ἂν ἁμάρτοι κατʼ ἐμοῦ δὲ ἱείς τις οὐ πείθει τὸν ἀκούοντα.