Ancient Greek · ~5 min
155 to 168
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 155-168
Not analysed yet
155 κατὰ δʼ ἄν τις ἐμοῦ; κατʼ ἐμοῦ τοῦ δημοτικοῦ καὶ εὐτελοῦς. 157 τὸν ἔχονθʹ λείπει τὸ εὖ, πρὸς τὸν εὖ ἔχοντα. 158 καίτοι σμικροὶ μεγάλων: πάνυ αἰδημόνως ὁ χορὸς ἐξελέγχων τὴν ἀδικίαν τῶν Ἑλλήνων οὐ τοῦτο ἄντικρυς ποιεῖ ἀλλὰ ψιλῶς γνωμολογεῖ· βούλεται γὰρ ἐπιτιμᾶν ὅτι κακῶς πράττουσι καθαιροῦντες Αἴαντα καὶ ἑαυτοῖς ἀσυμφόρως· φησὶ γὰρ ὅτι ἀσθενὴς φυλακὴ τοῖς μικροῖς ἄνευ τῶν μεγάλων· τοῦτο δὲ τείνει καὶ ἐπὶ τὸν Αἴαντα ὅτι δεηθήσονται αὐτοῦ. 159 σφαλερὸν —ἀντὶ τοῦ ἀσθενὴς φυλακή. πόλεως. 160 ἀπὸ κοινοῦ. 161 καὶ μέγας ὀρθοῖθʼ ὑπὸ μικροτέρων: οὐκ ἔστιν ἐναντίος ὁ λόγος ἀλλὰ καὶ αὔξησιν ἔχει· εἰ γὰρ ὁ μέγας ὑπὸ τοῦ ἐλάττονος διασῴζεται πόσῳ τῶν μειζόνων ἔχεσθαι χρή. κοινωνικὸς δὲ ὁ λόγος καὶ φιλάνθρωπος· καὶ Ὅμηρος συμφερτὴ δ᾿ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν. 162 τοὺς τοὺς Ἕλληνας. 164 ὑπὸ τοιούτων: ἀνοήτων καὶ φθονερῶν καὶ διαθρεῖν τὰ τοιαῦτα ἀνεπιστημόνων· κἀνθάδε τὸ θορυβῇ σύμφωνόν ἐστιν τῷ τοιούσδε λόγους ψιθύρους πλάσσων· μέχρι γὰρ νῦν ἐν λόγοις ἐστὶν ἡ ἀδικία καὶ θορύβῳ τῷ ἀπὸ τῆς βλασφημίας. 166 ἀντὶ τοῦ ἀντιτάξασθαι. 168 ἅπερ πτηνῶν ἀγέλαι: θηλυκῷ τῷ ἀγέλαι ἐπήγαγεν ἀρσενικὴν μετοχὴν τὴν ὑποδείσαντες πρὸς τὸ νοητόν· ἐν γὰρ ταῖς ἀγέλαις εἰσὶ καὶ ἄρσενες καὶ θήλειαι· ὁ δὲ νοῦς, διὰ τοῦτο κομπάζουσι σοῦ ἀφανοῦς ὄντος ὡς πτηνῶν ἀγέλαι παταγοῦντες· καὶ τοῦτο εἰς τὸν κενὸν ψόφον.