Ancient Greek · ~8 min
156 to 193
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 156-2-193
Not analysed yet
156 ἀλλʼ ἴνα —|—μὴ προσπέσῃς. ἀντὶ μὴ προσπέσῃς· καὶ κατὰ τὴν ἡμετέραν συνήθειαν εἰώθαμεν λέγειν οὕτως, ἴνα παραγένῃ πρὸς ἐμὲ βούλομαί σοι σημαίνειν. ἀλλʼ ἵνα τῷδʼ ἐν ἀφθέγκτῳ: τὸ νάπος ἄφθεγκτον εἴρηκε παρὰ τὰς προδεδηλωμένας αἰτίας· τὸ δὲ ἑξῆς, ἀλλʼ ἴνα τῷδε μὴ προσπέσῃς νάπει ποιάεντι μετάστηθι· ποίῳ νάπει; ὅπου κρατὴρ ὕδατος πλήρης συγκιρνᾶται ῥεύματι γλυκέων πότων. 158 κάθυδρος ὅπου ὕδατος πλήρης. 159 μειλιχίων πότων. γλυκέων πότων, ὅ ἐστι μέλιτος, οἷς μειλίσσουσι τὰς θεάς· συγκιρνᾶται γὰρ ταύταις ταῖς θεαῖς ὕδατος καὶ μέλιτος κρατήρ. 160 συγκιρνᾶται. 161 περὶ πάντα δυστυχές. 163 μετάστηθι, ἀπόβηθι: τινὲς οὕτως, πολλά ἐστι τὰ κωλύοντά σε προσμένειν καὶ ἵστασθαι ἐν τῷ ἄλσει. πολλὰ κέλευθος ἐρατύει: οἷον πολλή ἐστιν ὁδὸς ἡ διαχωρίζουσά σε ἡμῶν· δεῖ γὰρ νοεῖν ὡς ὅτι πόρρωθεν προσφωνοῦσιν αὐτὸν μὴ δυνάμενοι ἐπιβῆναι τῷ τόπῳ· καὶ ταῦτα εἰπόντων . κατὰ μικρὸν ὁ Οἰδίπους προσέρχεται καὶ ἵσταται ὥσπερ ἐν τῷ οὐδῷ τοῦ χωρίου. 166 γράφε οἴσες. 169 φώνει. εἰ θέλεις μέ τι ἐρωτῆσαι πρῶτον ἀποστὰς τῶν ἀβάτων καὶ ἐπιβὰς τοῖς βατοῖς τόποις οὕτως ἐρώτα με. πρόσθεν δʼ πρότερον δὲ μὴ διαλέγου. 170 λογισώμεθα τί ποιήσομεν. 171 ἀστοῖς ἴσα χρὴ μελετᾶν: ἃ ἐκεῖνοι ἀσκοῦσι τούτων καὶ σὲ δεῖ ἐπιμέλειαν ἔχειν. 172 πρὸς τὸ χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει. 174 σοὶ |πιστεύσας. κατά τινα συνήθειαν ποιητικὴν πληθυντικὸν προειπὼν ἑνικὸν ἐπέζευξεν. 181 οἷον αἰσθάνῃ ποῦ ἐσμεν. 182 ἕσπεο μʼ ἕπεο μοι. 184 τόλμα ξεῖνος ἐπὶ ξείνης. ξένος ἄν ἐπὶ ξένης τόλμα, τλᾶμον, ταῦτα φιλεῖν ἃ καὶ ἡ πόλις φιλεῖ, ἐκεῖνα δὲ μισεῖν ἃ καὶ ἡ πόλις μισεῖ. 186 ἔχει. 189 ἵνʼ ἂν εὐσεβίας ὅπου ἂν εὐσεβῶς πατοῦντες. ἀντὶ τοῦ βατῶν τόπων. 191 καὶ μὴ τῇ αὐτῶν ἐνδείᾳ ἐναντιώμεθα. 192 ἀντιπέτρου: τοῦ ἰσοπέτρου βήματος ,τοῦ κατʼ ἴσον βεβηκότος τῷ πέτρῳ ὅπερ ἄνω εἶπε χαλκοῦν οὐδόν· τοῦτον δὲ τὸν πέτρον ὑποτίθεται τοῦ ἀβάτου ὅριον. καὶ ἄλλως. βήματος τοῦ οὐδοῦ, ἀντιπέτρου δὲ ὅτι ἀντὶ πέτρας χαλκοῦν ἦν. ἰσοπέτρου, χαλκοῦ. 193 γράφε κινήσῃς.