Ancient Greek
195 to 225
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 195-2-225
Not analysed yet
195 ἀντὶ τοῦ καθεσθῶ. ἀπὸ τοῦ ἑσθῶ τέταται. γράφεται ἡ στῶ ὅ καὶ βέλτιον. ἐπʼ ἄκρου λαοῦ: ἀπὸ τῆς λάος ἐστὶ παροξυνομένης εὐθείας γενομένης ἀπὸ γενικῆς τῆς λᾶος· Ὅμηρὸς λᾶος ὑπὸ ῥιπῆς· οὕτως Ἡρωδιανὸς ἐν τῷ εʹ τῆς καθόλου. 197 ἐμὸν τὸ ὁδηγῆσαί σε. ἐμὸν τόδ᾿, ἐν ἡσυχίᾳ: ἀντὶ τοῦ ἐμόν ἐστι τὸ ἁρμόσαι σου ἐφʼ ἡσυχίας τὴν βάσιν τῇ καθέδρᾳ. 200 γεραιὸν ἐς χέρα. τὸ ἑξῆς οὕτω, γεραιὸν σῶμα σὸν προκλίνας ἐς χέρα φιλίαν ἐμήν· τὸ δὲ κλίνας ἀπὸ τῆς μετοχῆς ἤρτηται ἀντὶ τοῦ κλίνας ἕσο· σχηματίζει δέ πως αὐτὸν καὶ εὐθετίζει ἡ Ἀντιγόνη. 203 ὅτε νῦν χαλᾷς: ὅτε νῦν εἴκεις καὶ οὐκ ἀντιτείνεις τὸ ἐξελθεῖν, λέγει δὲ ἐκ τοῦ ἱεροῦ. ἀντὶ θαυμάζῃ. 204 τίς σ᾿ γράφε τίς ἔφυς. 205 τίς ἂν πολύπονος. τίς ὢν ἄγῃ ἀπὸ τῆς σῆς πόλεως; ἢ οὕτω, τίς ὢν διὰ πολλῶν πόνων ἄγῃ; γράφε τίς ὁ πολύπονος. 208 ἔρημος καὶ ἄπολίς εἰμι. ἀλλὰ μὴ: τὸ ἑξῆς, ἀλλὰ μή με ἀνέρῃ τίς εἰμι μηδὲ ἐξετάσῃς· ἐμπαθὲς δὲ τὸ χωρίον τῶν μὲν σπευδόντων μαθεῖν τοῦ δὲ κατοκνοῦντος λέγειν, οἱ δὲ διὰ βραχέων ἀκούοντες τἆλλα συλλαμβάνουσιν· οὐδὲν δὲ θαυμαστὸν ἐπίστασθαι τοὺς Ἀθηναίους τὰ ἐν Θήβαις πραττόμενα μάλιστα οὕτως ἐπισήμων ὄντων τῶν κατὰ τὴν Σφίγγα. 212 δεινὰ ἡ ἐμὴ γέννα δεινή ἐστι καὶ ἀθλία. 218 ἀποφυγὴν τοῦ μὴ εἰπεῖν. 220 Λαΐου ἴστε τινʼ ἀπόγονον: εὖ διατέθειται γνωριζόμενον ὑπὸ τῶν Ἀθηναίων Οἰδίποδα ὑπὲρ τοῦ μὴ γενεαλογοῦντα ἄνωθεν ἐνοχλεῖν αὐτὸν τοῖς θεωμένοις· ἀλλʼ ὅ γε Εὐριπίδης τοιοῦτος· ἐν γοῦν ταῖς Ἱκέτισι τὸν Θησέα ὑποτέθειται τὰ περὶ τὸν Ἄδραστον ἀγνοοῦντα ἕνεκα τοῦ μηκῦναι τὸ δρᾶμα. 223 ὅσα, φησί, λέγω περὶ τούτων μηδὲν φοβεῖσθε· δεῖ δὲ προσυπακοῦσαι ψευσαμένου μου. 225 τί προβήσεται ἡμῖν; ὁρῶ γὰρ τούτους μυσαττομένους με.