Ancient Greek
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1593
Not analysed yet
1593 κοίλου πέλας κρατῆρος: τοῦ μυχοῦ· τὰ γὰρ κοῖλα οὕτως ἐκάλουν ἐκ μεταφορᾶς ὅθεν καὶ τὰ ἐν τῇ Αἴτνῃ κοιλώματα κρατῆρες καλοῦνται· λέγει δὲ διʼ οὗ καταβῆναί φασι τὴν Κόρην ἁρπαγεῖσαν· Πειρίθου τε, φησί, κεῖται ξυνθήματα οἷον ὑπομνήματα τῆς πίστεως ἧς ἔθεντο πρὸς ἀλλήλους περὶ τῆς εἰς Ἅίδου καταβάσεως· ἀμάρτυρον δὲ εἰ διὰ τούτου τοῦ τόπου κατῆλθον· πιθανῶς δὲ ὁ Σοφοκλῆς πρὸς χάριν τῆς Ἀττικῆς φησὶν ἐνταῦθα τὴν εἰς Ἅιδου κατάβασιν Οἰδίποδος γενέσθαι.