Ancient Greek
1574 to 1592
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1574-1592
Not analysed yet
1574 ὅν, Γᾶς παῖ: τὸν Κέρβερον ἐξευμενίζομαι τῷ ξένῳ ὁρμωμένῳ καὶ περῶντι νερτέρας νεκρῶν πλάκας ἀβλαβῶς ὑπαντῆσαι. ἐπανέλαβε· τῷ δὲ ἑνικῷ κέχρηται ἀντὶ πληθυντικοῦ· λέγει γὰρ τὰς Εὐμενίδας, ταύτας δὲ οὕτω καὶ ἐν ἀρχῇ γενεαλογεῖ. 1578 σέ τοι κικλήσκω: τουτέστι τὸν διὰ παντὸς κοιμώμενον· φησὶ δὲ τὸν Θάνατον ὥσπερ δαίμονά τινα ὄντα· πρὸς πάντας γὰρ σχεδὸν τοὺς ὑποχθονίους τὴν παράκλησιν ἐποιήσαντο, τὸν Πλούτωνα, τὴν Περσεφόνην, τὸν Κέρβερον καὶ νῦν πρὸς τὸν Θάνατον αὐτόν. ὑφ’ ἓν ἀναγνωστέον αἰένυπνον ἀείυπνον· οὕτως ἀποδιδόασι. 1579 ἄνδρες πολῖται, ξυντομωτάτως: ἀντὶ τοῦ συντόμως· ἔστι δὲ ὁ ἄγγελος εἷς τῶν ἀκολουθησάντων Θησεῖ θεραπόντων· καὶ ἀφῖκται ἔνια ἀπαγγέλλων τῶν πραχθέντων ἐπὶ τῆς ἐρημίας· οὐ γὰρ πάντα δυνατὸν ἦν θεάσασθαι. 1584 τὸν ἀεὶ βίοτον: τὴν ζωήν· εἰώθασι γὰρ τὸ ἀεὶ καὶ ἐπʼ ὀλίγου χρόνου τάσσειν· Ὅμηρος ἔχεν κότον ἐμμενὲς αἰεί. τὸ μακρὸν γῆρας. 1587 ὡς μὲν γὰρ ἐνθένδε: ὑπερβατόν, ὡς μὲν γὰρ ἐνθένδε εἷρπεν ὑφηγητῆρος οὐδενὸς φίλων ἀλλʼ αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος καὶ σὺ παρὼν οἶδας. 1588 ὑφʼ κατὰ συναλοιφήν, λέγει δὲ ὅτι ὑπὸ οὐδενὸς ἡγητῆρος. 1589 προηγούμενος. 1590 ἐπεὶ δʼ ἀφῖκτο τὸν καταρράκτην. ὃν ἐν ἀρχῇ εἶπεν χαλκόπουν ὀδὸν τοῦτον νῦν ὑποτίθεται ἐκτὸς τῆς σκηνῆς καὶ οὐκέτι ἐν ὄψει τοῦ θεάτρου· καὶ νῦν καταρράκτην προσηγόρευσεν διὰ τὸ νομίζειν ἐκεῖνον τὸν τόπον καταβάσιον ἔχειν εἰς Ἅιδου καί εἰσιν οἴ διʼ αὐτῆς τὴν ἁρπαγήν φασι τῆς Κόρης γενέσθαι. ἀντὶ τοῦ οὐδόν. 1592 ὡς πλειόνων οὐσῶν τῶν ὁδῶν.