Ancient Greek · ~3 min
1665 to 1675
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1665-1675
Not analysed yet
1665 εἰ δὲ μὴ δοκῶ φρονῶν: εἰ δέ τις οἴεταί με μὴ φρονοῦντα τοῦτο λέγειν οὐκ ἂν αὐτῷ συγχωρήσαιμι οὐδὲ συγκαταθείμην ὅτι ταῦτα ὡς ἄφρων λέγω. 1666 παραχωρήσαιμι. 1667 χοἰ προπέμψαντες ἀντὶ τοῦ ὁ Θησεύς. 1669 φθόγγοις δὲ σημαίνουσιν: αἱ θυγατέρες ἐν μέρει αὐτοῦ ἀπολοφύρονται ἐφʼ οἷς τε νῦν σὺν τῷ πατρὶ ἔπαθον καὶ ἅπερ ἐκδέξεται αὐτάς· καὶ ἔστι τὰ ἐφεξῆς τοῦ δράματος οὐκ εὐκαταφρόνητα. 1670 τὸ ἑξῆς, ἔστι νῶιν στενάζειν οὐ τὸ ἔμφυτον μὲν πατρὸς αἷμα ἄλλο δὲ μὴ ἀλλὰ πολλὰ δῆλον ὅτι. 1674 ἄλλοτε μὲν πόνον: πρότερον μέν τινα ἐπάσχομεν ἐπὶ τῷ πατρὶ τὸ δὲ πύματον τοῦτο καὶ ἔσχατον τὸ κατὰ τὴν ἀφάνισιν αὐτοῦ οὕτω παράδοξόν ἐστιν ὡς μηδὲ λόγον εὑρέσθαι ἐπʼ αὐτοῖς δυνατὸν εἶναι. 1675 ἀλόγιστα ἀδιήγητα κακὰ βαστάξομεν.