Ancient Greek · ~2 min
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1676
Not analysed yet
1676 ἰδόντε καὶ παθούσα: πολλαχοῦ τῷ σχήματι χρῆται ἀντὶ τῶν θηλυκῶν τὰ ἀρρενικὰ τιθείς· καὶ ἐν Ἠλέκτρᾳ ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲ ψυχῆς ἀφειδήσαντε προὐστήτην φόνου· καὶ πάλιν ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰ κτησώμεθα· καὶ Ὅμηρος τὼ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ᾿ ὁμοῖαι· καὶ Ἡσίοδος καὶ τότε δὴ πρὸς Ὅλυμπον ἀπὸ χθονὸς εὐρυοδείης λευκοῖσιν φαρέεσσι καλυψαμένω χρόα καλὸν ἀθανάτων μετὰ φῦλον ἴσαν προλιπόντʼ ἀνθρώπους Αἰδὼς καὶ Νέμεσις. ἀντὶ τοῦ ἰδοῦσαι καὶ παθοῦσαι.