Ancient Greek · ~8 min
1677 to 1713
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1677-1713
Not analysed yet
1677 οὐκ ἔστι κ. οὐδὲ εἰκόνα ἔχω λαβεῖν τοῦ πάθους. 1678 ὡς μάλιστʼ ἂν εἰ πόθῳ λάβοις: ὡς μάλιστά τις ποθήσαι μαθεῖν ὅπως βέβηκεν οἷον παραδόξως· καὶ ἐπιφέρει τὴν αἰτίαν τοῦ παραδόξου δοκοῦντος εἶναι. ὡς ἂν ἐπιποθήσαις τὸν τρόπον τῆς τελευτῆς μαθεῖν. 1679 τί γάρ; ὅτῳ μήτʼ Ἄρης: πρὸς τὸ ἄνω, τί γάρ ἐστιν εἰκονίσαι ἐκείνῳ πάνυ ᾧ τινι μήτε πόλεμος μήτε νόσος ἐπῆλθεν ἀλλʼ ἀφανῶς διὰ χάσματος ἀπολομένῳ; 1683 τὸ τάλαινα διὰ μέσου ἀναπεφώνηται. ἡμῖν, ἐμοὶ καὶ Ἰσμήνῃ. 1685 πῶς γὰρ ἢ τινʼ ἀπίαν γᾶν: ποῦ γῆς πλανηθεῖσαι τροφῆς τύχοιμεν; ἀπίαν δὲ γᾶν τὴν μακρὰν καὶ ἄπωθεν οὖσαν. 1687 δύσοιστον: τὴν δυσπόριστον ἵνʼ ᾖ τοῦ πάθους ἐπίτασις ὅτι εἰ καὶ τροφῆς εὐπορήσαιμεν ἀηδῶς προσοισόμεθα τοῦ πατρὸς ἐστερημέναι. 1692 δίδυμα τέκνων: ταῦτα ὁ χορὸς παρηγορῶν ἐμμένειν τοῖς ἐγνωσμένοις παρὰ θεῶν· φέρε οὖν τὸ ἐκ θεῶν εἱμαρμένον καλῶς. 1695 μήδʼ ἄγαν οὕτω φλέγεσθον:ἀντὶ τοῦ μὴ ἄκρως φλέγεσθε τὸ ἐκ θεοῦ πεμφθὲν δυσανασχέτως φέρουσαι. 1696 οὔ τοι καταμέμπτως ἔβη: οὐκ ἐν τοιούτοις ἔσται ὥστε καταμέμφεσθαι ἤτοι ὡς ἂν ἐπικουφίζοντος αὐταῖς τὴν συμφορὰν τοῦ βασιλέως· ἢ οἷον οὐκ ἐν χείρονι νῦν ὑμῖν ἔσται τὰ πράγματα. 1697 πόθος καὶ κακῶν: οἱ μὲν περὶ τὸν χορὸν παραμυθεῖσθαι πειρῶνται αὐτὰς αἱ δὲ οὐδὲν ἧττον ἐπὶ τὰ ἑαυτῶν χωροῦσι καὶ ὀλοφύρονται καί φασιν, ἦν ἄρα τις καὶ κακῶν πόθος ὡς ἡμεῖς ἐν κακοῖς ὄντος τοῦ πατρὸς καὶ μὴ ὁρῶντος ἐστέργομεν αὐτὸν καὶ νῦν μὴ παρόντα ποθοῦμεν ὡς ὅτε ἐν χεροῖν κατεῖχον τὸν Οἰδίποδα περιέστελλον καὶ ἐθεράπευον. 1698 καὶ γὰρ ὃ μηδαμῇ: καὶ γὰρ δυστυχοῦντα τὸν πατέρα ἐποθοῦμεν θεραπεύειν καὶ νῦν μὴ παρόντα ποθοῦμεν. 1702 λείπει τὸ ἦς. 1703 καὶ τάδε μὴ καὶ τανῦν μὴ γένοιό μοι ἄφιλος. 1705 ἇς ἔχρῃζε κ. ἐφʼ ἧς ἤθελε ξένης γῆς ἀπέθανεν. 1711 τὸ τουτέστι τὸ παρὰ σὲ ἄχος τηλικοῦτόν ἐστιν. 1713 τὸ ἑξῆς. μὴ ἔχρῃζες ἀντὶ τοῦ μὴ ὤφελες. ἀλλʼ ἔρημος δέ. μεμονωμένος τῶν συγγενῶν.