Ancient Greek · ~3 min
ΕΙΣ ΤΡΑΧΙΝΙΑΣ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 172-2
Not analysed yet
172 Δωδῶνι δισσῶν ἐκ πελειάδων: τὴν ἐν Δωδώνῃ τῆς Θεσπρωτίας φηγὸν ἐφʼ δύο περιστεραὶ καθήμεναι ἐμαντεύοντο· ὡς ἀπʼ εὐθείας δὲ τῆς ἡ Δωδὼν ὡς Πλευρών· Ὅμηρος δὲ Δωδώνην εἶπεν. εἰς τὸ αὐτό: ὑπεράνω τοῦ ἐν Δωδώνῃ μαντείου δύο ἦσαν πέλειαι διʼ ὧν ἐμαντεύετο ὁ Ζεὺς ὡς Ἀπόλλων ἀπὸ τρίποδος· οἱ μὲν οὕτω λέγουσι θεσπίζειν οἱ δὲ οὕτω τὰς ἱερείας γραίας οὔσας· καὶ γὰρ τοὺς γέροντας οἱ Μολοσσοὶ πελίους ὀνομάζουσιν· Ἡράδοτος δὲ ἐν β΄ φησὶ ,,Πελειάδες δέ μοι δοκέουσι κεκλῆσθαι πρὸς Δωδωναίων αἱ γυναῖκες διότι βάρβαροι οὖσαι ἐδόκουν ὁμοίως ὄρνισι φθέγγεσθαι, μετὰ δὲ χρόνον δοκοῦσιν ἀνθρωπίνῃ φωνῇ φθέγξασθαι „ἐπείπερ ἐκ Θηβῶν Αἰγυπτίων ἧσαν“. Εὐριπίδης τρεῖς γεγονέναι φησὶν αὐτάς, οἱ δὲ δύο καὶ τὴν μὲν εἰς Λιβύην ἀφικέσθαι Θήβηθεν εἰς τὸ τοῦ Ἄμμωνος χρηστήριον τὴν δὲ περὶ τὴν Δωδώνην ὡς καὶ Πίνδαρος Παιᾶσιν.